Iamblichus, De Mysteriis 1.21 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.20 (part 3) · Iamblichus, De Mysteriis 1.21 (part 2) →
Iamblichus, De Mysteriis 1.21 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Ἣν δὲ συναινεῖς διαίρεσιν τὴν τοῦ ἐμπαθοῦς ἀπὸ τοῦ ἀπαθοῦς ἴσως μὲν ἄν τις παραιτήσαιτο, ὡς οὐδετέρῳ τῶν κρειττόνων γενῶν ἐφαρμόζουσαν, δι’ ἃς ἔμπροσθεν εἰρήκαμεν αἰτίας· καὶ μὴν διὰ τοῦτό γε αὐτὴν ἀνατρέπειν ἄξιον, διότι ἐλήλεγκται ἐκ τῶν ὡς εἰς ἐμπαθεῖς ὄντας δρωμένων. ποία γὰρ ἁγιστεία καὶ κατὰ νόμους ἱερατικοὺς θεραπεία δρωμένη διὰ πάθους γίνεται, ἢ παθῶν τινὰ ἀποπλήρωσιν ἐμποιεῖ; οὐχ αὕτη μὲν κατὰ θεσμοὺς θεῶν νοερῶς τε κατ’ ἀρχὰς ἐνομοθετήθη; μιμεῖται δὲ τὴν τῶν θεῶν τάξιν, τήν τε νοητὴν καὶ τὴν ἐν οὐρανῷ. ἔχει δὲ μέτρα τῶν ὄντων ἀίδια καὶ ἐνθήματα θαυμαστά, οἷα ἀπὸ τοῦ δημιουργοῦ καὶ πατρὸς τῶν ὅλων δεῦρο καταπεμφθέντα, οἷς καὶ τὰ μὲν ἄφθεγκτα διὰ συμβόλων ἀπορρήτων ἐκφωνεῖται, τὰ δὲ ἀνειδέα κρατεῖται ἐν εἴδεσι, τὰ δὲ πάσης εἰκόνος κρείττονα δι’ εἰκόνων ἀποτυποῦται, πάντα δὲ διὰ θείας αἰτίας μόνης ἐπιτελεῖται, ἥτις τοσοῦτον κεχώρισται τῶν παθῶν, ὥστε μηδὲ λόγον αὐτῆς δυνατὸν εἶναι ἐφάπτεσθαι. Σχεδὸν οὖν καὶ τοῦτο αἴτιον γέγονε τῆς ἐπὶ τὰ πάθη τῶν ἐπινοιῶν παρατροπῆς. ἀδύνατοι γὰρ ὄντες αὐτῶν οἱ ἄνθρωποι λογισμῶν τὴν γνῶσιν ἐπιλαβεῖν. νομίζοντες δὲ εἶναι δυνατὸν φέρονται ὅλοι πρὸς τὰ οἰκεῖα ἑαυτῶν τὰ ἀνθρώπινα πάθη, καὶ ἀπὸ τῶν παρ’ ἑαυτοῖς τὰ θεῖα τεκμαίρονται. διαμαρτάνουσι τοίνυν αὐτῶν διχῇ, καὶ διότι τῶν θείων ἀποπίπτουσι καὶ διότι τούτων ἀποτυγχάνοντες ἐπὶ τὰ ἀνθρώπινα αὐτὰ πάθη καθέλκουσιν.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.21
Cite as
Iamblichus, De Mysteriis 1.21 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.21