🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 1.3 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.2 (part 2) · Iamblichus, De Mysteriis 1.3 (part 2) →

Iamblichus, De Mysteriis 1.3 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Φῆς τοίνυν πρῶτον διδόναι εἶναι θεούς. τὸ δ’ ἐστὶν οὐκ ὀρθὸν οὑτωσὶ λεγόμενον. συνυπάρχει γὰρ ἡμῶν αὐτῇ τῇ οὐσίᾳ ἡ περὶ θεῶν ἔμφυτος γνῶσις, κρίσεώς τε πάσης ἐστὶ κρείττων καὶ προαιρέσεως, λόγου τε καὶ ἀποδείξεως προϋπάρχει· συνήνωταί τε ἐξ ἀρχῆς πρὸς τὴν οἰκείαν αἰτίαν, καὶ τῇ πρὸς τἀγαθὸν οὐσιώδει τῆς ψυχῆς ἐφέσει συνυφέστηκεν. Εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν οὐδὲ γνῶσίς ἐστιν · ἡ πρὸς τὸ θεῖον συναφή. διείργεται γὰρ αὕτη πως ἑτερότητι. πρὸ δὲ τῆς ὡς ἑτέρας ἕτερον γιγνωσκούσης αὐτοφυής ἐστι καὶ ἀδιάκριτος ἡ τῶν θεῶν ἐξηρτημένη μονοειδὴς συμπλοκή. οὐκ ἄρα συγχωρεῖν χρὴ ὡς δυναμένης αὐτὴν καὶ διδόναι καὶ μὴ· διδόναι, οὐδ’ ὡς ἀμφίβολον.· τίθεσθαι (ἕστηκε γὰρ ἀεὶ κατ’ ἐνέργειαν ἑνοειδῶς) οὐδ’ ὡς κυρίης οὔσης· τοῦ κρίνειν τε· καὶ ἀποκρίνεν οὕτως αὐτὴν δοκιμάζειν ἄξιον· περιεχόμεθα γὰρ ἐν αὐτῇ μᾶλλον ἡμεῖς καὶ· πληρούμεθα· ὑπ’ αὐτῆς, καὶ αὐτὸ ὅπέρ ἐσμεν ἐν τῷ τοὺς θεοὺς εἰδέναι ἔχομεν. Ὁ δὲ αὐτός ἐστί μοι λόγος πρὸς σέ, καὶ περὶ τῶν συνεπομένων θεοῖς κρειττόνων γενῶν, δαιμόνων φημὶ καὶ ἡρώων καὶ ψυχῶν ἀχράντων· καὶ γὰρ περὶ τούτων ἕνα λόγον ὡρισμένον τῆς οὐσίας ἀεὶ δεῖ νοεῖν, τὸ δ’ ἀόριστον καὶ ἄστατον τῆς ἀνθρωπίνης ἀναιρεῖν δόσεως, καὶ τὸ μὲν ἐξ ἀντιρρόπου τῶν διαλογισμῶν ἀντιστάσεως ἐπικλίνον ἐπὶ θάτερα παραιτεῖσθαι· ἀλλότριον γάρ ἐστι τῶν τοῦ λόγου καὶ τῆς ζωῆς ἀρχῶν τὸ τοιοῦτον, ἐπὶ δὲ τὰ δεύτερα ἀποφέρεται μᾶλλον, καὶ ὅσα τῇ δυνάμει καὶ τῇ ἐναντιώσει τῆς γενέσεως προσήκει.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 1.3 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.3