Iamblichus, De Mysteriis 1.8 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 1.7 (part 2) · Iamblichus, De Mysteriis 1.8 (part 2) →
Iamblichus, De Mysteriis 1.8 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Οὐ μέντοι τὴν ὑπὸ σοῦ διάκρισιν ὑποτεινομένην αὐτῶν προσιέμεθα, ἥτις τὴν πρὸς τὰ διαφέροντα σώματα κατάταξιν, οἷον θεῶν μὲν πρὸς τὰ αἰθέρια, δαιμόνων δὲ πρὸς τὰ ἀέρια, ψυχῶν δὲ τῶν περὶ γῆν, αἰτίαν εἶναί φησι τῆς νυνὶ ζητουμένης διαστάσεως. ἥτε γὰρ κατάταξις, οἷον τοῦ Σωκράτους εἰς τὴν φυλὴν ὅταν πρυτανεύῃ, ἀναξίως ὑπόκειται τῶν θείων γενῶν, ἅπερ ἀπόλυτα πάντα καὶ ἄφετα καθ’ ἑαυτὰ ὑπάρχει. καὶ τὸ κυριώτερα ποιεῖν τὰ σώματα πρὸς τὸ εἰδοποιεῖν τὰ ἑαυτῶν πρῶτα αἴτια, δεινὴν ἀτοπίαν ἐμφαίνει· δουλεύει γὰρ ταῦτα ἐκείνους· καὶ ὑπερετεῖ πρὸς τὴν γένεσιν. ἔτι οὐδὲ ἔνεστι τοῖς σώμασι τὰ γένη τῶν κρειττόνων, ἀλλ’ ἔξωθεν αὐτῶν ἡγεμονεύει· οὐκ ἄρα συναλλοιοῦται τοῖς σώμασιν· ἔτι δίδωσι μὲν ἀφ’ ἐαυτῶν εἰς τὰ σώματα πᾶν ὅσον δύναται δέξασθαι· ἐκεῖνοι ἀγαθόν, αὐτὰ δὲ ἀπὸ τῶν σωμάτων οὐδὲν παραδέχεται, ὥστε οὐδ’ ἀπ’ αὐτῶν δέξαιτο ἄν τινα ἰδιώματα. εἰ μὲν γὰρ ὡς ἕξεις τῶν σωμάτων ἢ ὡς ἔνυλα εἴδη ἢ ἄλλον τρόπον σωματοειδῆ ἦν, ἐδύνατο· ἂν ἴσως καὶ αὐτὰ τὰς τῶν σωμάτων διαφορὰς συμμιεταβάλλεσθαι, εἰ δὲ χωριστὰ ἀπὸ τῶν σωμάτων καὶ ἀμιγῆ καθ’ ·ἑαυτὰ προϋπάρχει, τίς ἂν γένοιτο ἀπὸ τῶν σωμάτων ἐπεισιοῦσα εὔλογος· εἰς αὐτὰ διάκρισις; Πρὸς δὴ τούτοις τὰ σώματα κρείττω ποιεῖ. τῶν θείων γενῶν οὗτος ὁ λόγος, εἴπερ αὐτὰ τὴν ἕδραν παρέχει τοῖς κρείτοσιν αἰτίοις, καὶ τὰ κατ’ οὐσίαν ἰδιώματα ἐν αὐτοῖς τίθησιν.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.8
Cite as
Iamblichus, De Mysteriis 1.8 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:1.8