Iamblichus, De Mysteriis 10.1
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 9.10 · Iamblichus, De Mysteriis 10.2 →
Iamblichus, De Mysteriis 10.1 Ancient Greek
Iamblichus, De Mysteriis
Λείπεται δὴ τελευταῖος ὁ περὶ εὐδαιμονίας λόγος, περὶ οὗ σὺ ποικίλως ἐπεζήτησας, τὰ μὲν πρῶτα ἐπιστάσεις ὑποτείνων ἔπειτα ἀπορῶν καὶ μετὰ ταῦτα διαπυνθανόμενος. θέντες οὖν ἕκαστα τῶν σῶν ᾗπερ αὐτὰ προήγαγες, ἀποκρινούμεθά σοι πρὸς αὐτὰ συμμέτρως. ἐπέστησας γὰρ μήποτε ἄλλη τις λανθάνῃ οὖσα ἡ πρὸς εὐδαιμονίαν ὁδός, καὶ τίς ἂν γένοιτο ἑτέρα ἀφισταμένη τῶν θεῶν εὔλογος πρὸς αὐτὴν ἄνοδος; εἰ γὰρ ἐν τοῖς θεοῖς ἡ οὐσία τῶν ἀγαθῶν ὅλων καὶ τελειότης περιέχεται, καὶ ἡ πρώτη δύναμις αὐτῶν καὶ ἀρχὴ παρὰ μόνοις ἡμῖν καὶ τοῖς ὁμοίως ἐχομένοις τῶν κρειττόνων, γνησίως τε τῆς πρὸς αὐτοὺς ἑνώσεως ἀντιλαμβανομένοις, ἡ τῶν ἀγαθῶν ὅλων ἀρχὴ καὶ τελευτὴ σπουδαίως ἐπιτηδεύεται· ἐνταῦθα δὴ οὖν καὶ ἡ τῆς ἀληθείας πάρεστι θέα καὶ ἡ τῆς νοερᾶς ἐπιστήμης, καὶ μετὰ τῆς τῶν θεῶν γνώσεως ἡ πρὸς ἑαυτοὺς ἐπιστροφὴ καὶ ἡ γνῶσις ἑαυτῶν συνέπεται.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:10.1
Cite as
Iamblichus, De Mysteriis 10.1 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:10.1