🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 10.3

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 10.2 · Iamblichus, De Mysteriis 10.4 →

Iamblichus, De Mysteriis 10.3 Ancient Greek Iamblichus, De Mysteriis
Βούλομαι δὴ τὸ μετὰ τοῦτο καὶ τὰ ἄλλα ἐπιδραμεῖν, ὅσα διαβάλλων τὴν θείαν πρόγνωσιν ἄλλας τινὰς μεθόδους αὐτῇ παραβάλλεις, περὶ τὴν τοῦ μέλλοντος προμήνυσιν διατριβούσας. ἐμοὶ γάρ, οὔτε εἴ τις ἐκ φύ σεως ἐπιτηδειότης εἰς σημασίαν τοῦ ἐσομένου παραγίνεται, ὥσπερ ἡ τοῖς ζώοις τῶν σεισμῶν ἢ τῶν ἀνέμων ἢ τῶν χειμώνων συμπίπτει πρόγνωσις, τίμιος εἶναι δοκεῖ. κατ’ αἰσθήσεως γὰρ ὀξύτητα ἢ κατὰ συμπάθειαν ἢ κατ’ ἄλλην τινὰ φυσικῶν δυνάμεων συγκίνησιν ἡ τοιαύτη ἔμφυτος συνέπεται μαντεία, οὐδὲν ἔχουσα σεμνὸν καὶ ὑπερφυές· οὔτε εἴ τις κατὰ λογισμὸν ἀνθρώπινον ἢ τεχνικὴν παρατήρησιν ἀπὸ σημείων τεκμηριοῦται ἐκεῖνα, ὧν ἐστὶ τὰ σημεῖα δηλωτικά (ὡς ἀπὸ συστολῆς ἢ φρίκης τὸν μέλλοντα πυρετὸν προγινώσκουσιν οἱ ἰατροί)〉, οὐδὲν οὐδὲ οὗτός μοι δοκεῖ τίμιον ἔχειν καὶ ἀγαθόν. ἀνθρωπίνως τε γὰρ ἐπιβάλλει καὶ συλλογίζεται τῇ ἡμετέρᾳ διανοίᾳ, περί τε τῶν ἐν τῇ φύσει τοῖς γιγνομένοις ὁμολογουμένως, οὐ πόρρω τῆς σωματοειδοῦς τάξεως ποιεῖται τὴν διάγνωσιν. ὥστε οὐδ’ εἰ φυσική τις ἔνεστιν ἐν ἡμῖν ἐπιβολὴ τοῦ μέλλοντος, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἡ δύναμις ἥδε ἐναργῶς ἐνεργοῦσα διαφαίνεται, οὐδὲν οὐδὲ αὕτη μακαριστὸν τῷ ὄντι κέκτηται· τί γὰρ ἂν εἴη γνήσιον καὶ τέ λειον καὶ ἀίδιον ἀγαθὸν τῶν ὑπὸ τῆς φύσεως τῆς ἐν γενέσει εἰς ἡμᾶς ἐμφυομένων;
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 10.3 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:10.3