Iamblichus, De Mysteriis 10.5 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 10.4 · Iamblichus, De Mysteriis 10.5 (part 2) →
Iamblichus, De Mysteriis 10.5 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Ἀλλὰ τί ταῦτα ἀπομηκύνω; διὰ πολλῶν ἐν τοῖς ἔμπροσθεν τὸ τῆς θείας μαντικῆς πρὸς τὴν ἀνθρωπίνην ἐπιδείξας ὑπερέχον· βέλτιον οὖν, ὅπερ ἀπαιτεῖς παρ’ ἡμῶν, τὴν εἰς εὐδαιμονίαν ὁδὸν ἐπιδεῖξαί σοι, καὶ ἐν τίνι κεῖται ἡ αὐτῆς οὐσία· ἀπὸ γὰρ τούτου τό τε ἀληθὲς εὑρίσκεται καὶ ἅμα τὰς ἀπορίας πάσας ἔνεστι διαλύειν ῥᾳδίως. λέγω τοίνυν, ὡς ὁ θεατὸς νοούμενος ἄνθρωπος, ἡνωμένος τῷ πρόσθεν τῇ θέᾳ τῶν θεῶν, ἐπεισῆλθεν ἑτέρᾳ ψυχῇ τῇ περὶ τὸ ἀνθρώπινον μορφῆς εἶδος συνηρμοσμένῃ, καὶ διὰ τοῦτο ἐν τῷ τῆς ἀνάγκης καὶ εἱμαρμένης ἐγένετο δεσμῷ. Σκοπεῖν δὴ δεῖ τίς αὐτοῦ γίνεται λύσις καὶ ἀπαλλαγὴ τῶν δεσμῶν. ἔστι τοίνυν οὐκ ἄλλη τις ἢ τῶν θεῶν γνῶσις· ἰδέα γάρ ἐστιν εὐδαιμονίας τὸ ἐπίστασθαι τὸ ἀγαθόν, ὥσπερ τῶν κακῶν ἰδέα συμβαίνει ἡ λήθη τῶν ἀγαθῶν καὶ ἀπάτη περὶ τὸ κακόν· ἡ μὲν οὖν τῷ θείῳ σύνεστιν, ἡ δὲ χείρων μοῖρα ἀχώριστός ἐστι τοῦ θνητοῦ· καὶ ἡ μὲν τὰς τῶν νοητῶν οὐσίας ἱερατικαῖς ὁδοῖς ἀναμετρεῖ, ἡ δὲ παρακρουσθεῖσα τῶν ἀρχῶν προΐησιν ἑαυτὴν ἐπὶ τὴν καταμέτρησιν τῆς τοῦ σώματος ἰδέας· καὶ ἡ μὲν γνῶσίς ἐστι τοῦ πατρός, ἡ δὲ παραγωγὴ ἀπ’ αὐτοῦ καὶ λήθη τοῦ προουσίου αὐταρκοῦντος πατρὸς θεοῦ· καὶ ἡ μὲν σώζει τὴν ἀληθινὴν ζωὴν ἐπὶ τὸν πατέρα αὐτῆς ἀνάγουσα, ἡ δὲ κατάγει τὸν γεναρχοῦντα ἄνθρωπον ἄχρι τοῦ μηδέποτε μένοντος ἀλλ’ ἀεὶ ῥέοντος.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:10.5
Cite as
Iamblichus, De Mysteriis 10.5 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:10.5