🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 2.2 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.1 · Iamblichus, De Mysteriis 2.2 (part 2) →

Iamblichus, De Mysteriis 2.2 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Ἑπομένως δὲ καὶ τὰς ἐνεργείας αὐτῶν διοριστέον· καὶ μᾶλλον μὲν περικοσμίους θετέον τὰς τῶν δαιμόνων, καὶ διατεινούσας ἐπὶ πλεῖον ἐν τοῖς ἀποτελουμένοις ὑφ’ ἑαυτῶν, τὰς δὲ τῶν ἡρώων καὶ ἐπ’ ἔλαττον μὲν διηκούσας, παρὰ δὲ τὴν τῶν ψυχῶν διάταξιν ἐπιστρεφομένας. οὕτως δὴ οὖν διωρισμένων ὑστέρα ἐστὶν ἡ ψυχὴ καταλήγουσα πρὸς τὸ τέλος τῶν θείων τάξεων καὶ ἀπὸ τῶν δύο τούτων γενῶν μοίρας τινὰς δυνάμεων διακληρωσαμένη μεριστάς, προσθήκαις τε ἄλλαις περιττοτέραις πλεονάζουσα ἀφ’ ἑαυτῆς, καὶ ἄλλοτε ἄλλα εἴδη καὶ λόγους ἐξ ἑτέρων ἑτέρους, βίους τε ἄλλους ἄλλοτε προβάλλουσα, καθ’ ἑκάστην τε χώραν τοῦ κόσμου ποικίλαις ζωαῖς καὶ ἰδέαις χρωμένη, συμφυομένη τε οἷς ἂν ἐθέλῃ, καὶ αφ’ ὧν ἂν βούληται ἀναχωροῦσα, ὁμοιουμένη τοῖς πᾶσι καὶ δι’ ἑτερότητος ἀπ’ αὐτῶν διισταμένη, λόγους τε προχειρίζουσα συγγενεῖς τοῖς οὖσι καὶ γιγνομένοις, θεοῖς τε συνάπτουσα ἑαυτὴν κατ’ ἄλλας ἁρμονίας οὐσιῶν καὶ δυνάμεων, ἢ καθ’ οἵας δαίμονές τε καὶ ἥρωες πρὸς αὐτοὺς συνεπλέκοντο· καὶ τὸ μὲν ἀίδιον τῆς ὁμοίας ζωῆς καὶ ἐνεργείας παρ’ ἔλαττον ἐκείνων ἔχουσα, διὰ δὲ τὴν τῶν θεῶν βούλησιν ἀγαθὴν καὶ τὴν ἀπ’ αὐτῶν ἐνδιδομένην φωτὸς ἔλλαμψιν πολλάκις καὶ ἀνωτέρω χωροῦσα, ἐπὶ μείζονά τε τάξιν τὴν ἀγγελικὴν ἀναγομένη. ὅτε δὴ οὐκέτι τοῖς τῆς ψυχῆς ὅροις ἀναμένει, τὸ δ’ ὅλον τοῦτο εἰς ἀγγελικὴν ψυχὴν καὶ ἄχραντον τελειοῦται ζωήν.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 2.2 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.2