🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 2.6 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 2.5 (part 2) · Iamblichus, De Mysteriis 2.6 (part 2) →

Iamblichus, De Mysteriis 2.6 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Καὶ μὴν τά γε ἀπὸ τῶν ἐπιφανειῶν δῶρα οὔτε ἴσα ἐστὶ πάντα οὔτε καρποὺς ἔχει τοὺς αὐτούς· ἀλλὰ ἡ μὲν τῶν θεῶν παρουσία δίδωσιν ἡμῖν ὑγείαν σώματος, ψυχῆς ἀρετήν, νοῦ καθαρότητα καὶ πάντων, ὡς ἁπλῶς εἰπεῖν, τῶν ἐν ἡμῖν ἐπὶ τὰς οἰκείας ἀρχὰς ἀναγωγήν. καὶ τὸ μὲν ψυχρὸν ἐν ἡμῖν καὶ φθοροποιὸν ἀφανίζει, τὸ δὲ θερμὸν αὔξει καὶ δυνατώτερον καὶ ἐπικρατέστερον ἀπεργάζεται, ποιεῖ τε πάντα ἀναμετρεῖν τῇ ψυχῇ καὶ τῷ νῷ, νοητῇ τε ἁρμονίᾳ τὸ φῶς ἐλλάμπει, καὶ τὸ μὴ ὂν σῶμα ὡς σῶμα τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς διὰ τῶν τοῦ σώματος ἐπιδείκνυσιν· ἡ δὲ τῶν ἀρχαγγέλων τὰ αὐτὰ μὲν καὶ αὕτη παρέχει, πλὴν οὔτε ἀεὶ οὔτε ἐπὶ πάντων οὔτε διαρκῆ οὔτε τέλεια οὔτε ἀναφαίρετα τὰ ἀγαθὰ δίδωσι, τρόπῳ τε παρισωμένῳ τῆς ἐπιφανείας ἐπιλάμπει· ἡ δὲ τῶν ἀγγέλων ἔτι μεριστὰ μᾶλλον τὰ ἀγαθὰ δωρεῖται διῃρημένως, καὶ τὴν ἐνέργειαν δι’ ἧς ἐπιφαίνεται πολὺ λειπομένην ἔχει τοῦ συνειληφότος αὐτὴν ἐν ἑαυτῷ τελείου φωτός· ἡ δὲ τῶν δαιμόνων βαρεῖ μὲν τὸ σῶμα καὶ νόσοις κολάζει, καθέλκει δὲ καὶ τὴν ψυχὴν ἐπὶ τὴν φύσιν, σωμάτων δὲ καὶ τῆς συγγενοῦς τοῖς σώμασιν αἰσθήσεως οὐκ ἀφίστησι, τοὺς δ’ ἐπὶ τὸ πῦρ σπεύδοντας κατέχει περὶ τὸν τῇδε τόπον, τῶν δὲ τῆς εἱμαρμένης δεσμῶν οὐκ ἀπολύει· ἡ δὲ τῶν ἡρώων παραπλήσια μὲν ἔχει τὰ ἄλλα πρὸς τὴν τῶν δαιμόνων, ἰδιάζει δὲ ἐν τῷ καὶ πρὸς ἔργα τινὰ γενναῖα καὶ μεγάλα ἀνεγείρειν· ἡ δὲ τῶν ἀρχόντων αὐτοπτικὴ δεῖξις περικόσμια μὲν ἀγαθὰ τῶν περικοσμίων δίδωσι καὶ τὰ τοῦ βίου πάντα πράγματα·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 2.6 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:2.6