🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.10 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.9 (part 2) · Iamblichus, De Mysteriis 3.10 (part 2) →

Iamblichus, De Mysteriis 3.10 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
τοὺς δὲ ἰδίους περὶ αὐτῆς ἀπολογισμοὺς προσάγωμεν, οὐ τοῦτο λέγοντες, ὅτι ἡ φύσις ἕκαστον ἄγει πρὸς τὸ οἰκεῖον· οὐδὲ γάρ ἐστι φύσεως ἔργον τὸ ἐνθουσιᾶν· οὐδ’ ὅτι ἡ τοῦ ἀέρος καὶ τοῦ περιέχοντος κρᾶσις διάφορον ἐμποιεῖ καὶ τὴν ἐν τῷ σώματι κρᾶσιν τῶν ἐνθουσιώντων· οὐδὲ γὰρ σωματικαῖς δυνάμεσιν ἢ κράσεσι τὰ τῶν θεῶν ἔργα τῆς ἐπιπνοίας ἐναλλάττεται· οὐδ’ ὅτι πρὸς τὰ πάθη καὶ τὰ γιγνόμενα προσφόρως καὶ τὴν τοῦ θεοῦ ἐπεφήμισαν ἐπίπνοιαν· ἀπαθὴς γὰρ καὶ κρείττων πάσης γενέσεως ἡ δόσις τῶν θεῶν εἰς ἀνθρώπους ἐστὶ τῆς οἰκείας ἐνεργείας. ἀλλ’ ἐπεὶ τῶν μὲν Κορυβάντων φρουρητική πώς ἐστιν ἡ δύναμις καὶ ἐπιτελεστική, τοῦ Σαβαζίου δὲ εἰς βακχείας καὶ ἀποκαθάρσεις ψυχῶν καὶ λύσεις παλαιῶν μηνιμάτων οἰκειότητα παρεσκεύασται, διὰ ταῦτα δὴ καὶ αἱ ἐπίπνοιαι αὐτῶν τῷ παντὶ διεστήκασι. Τῆς δὲ μητρὸς τῶν θεῶν σὺ μὲν ἔοικας ἄρρενας εἶναι νομίζειν τοὺς κατόχους· οὕτω γὰρ αὐτοὺς καὶ προσηγόρευσας τοὺς μητρίζοντας· οὐ μὴν τό γε ἀληθὲς οὕτως ἔχει· γυναῖκες γάρ εἰσιν αἱ προηγουμένως μητρίζουσαι, ἀρρένων δὲ ὀλιγοστοὶ καὶ ὅσοι ἂν ὦσιν ἁπαλώτεροι. δύ ναμιν δ’ ἔχει καὶ οὗτος ὁ ἐνθουσιασμὸς ζωογόνον τε καὶ ἀποπληρωματικήν, καθὸ δὴ καὶ διαφερόντως τῆς ἄλλης μανίας πάσης διενήνοχεν.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.10 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.10