🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.12

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.11 (part 4) · Iamblichus, De Mysteriis 3.13 (part 1) →

Iamblichus, De Mysteriis 3.12 Ancient Greek Iamblichus, De Mysteriis
Φαίνεται δὴ οὖν καὶ ἡ τῶν χρηστηρίων μαντεία συνομολογοῦσα ταῖς ὅλαις ὑποθέσεσιν ἃς προειρήκαμεν περὶ τῆς μαντικῆς. ἀχώριστος μὲν γὰρ οὖσα τῆς φύσεως τῶν τόπων καὶ τῶν ὑποκειμένων αὐτῇ σωμάτων ἡ τοιαύτη δύναμις, ἢ προϊοῦσα κατὰ κίνησιν τὴν ἀφοριζομένην ἀριθμῷ, οὐ δύναται τὰ πανταχοῦ καὶ ἀεὶ προγινώσκειν ὡσαύτως· ἀφειμένη δὲ ἀπόλυτος τῶν τόπων καὶ τῶν διαμεμετρημένων τοῖς ἀριθμοῖς χρόνων (ἅτε δὴ κρείττων οὖσα τῶν γιγνομένων κατὰ χρόνον καὶ τῶν ὑπὸ τόπου κατεχομένων) τοῖς πανταχοῦ οὖσιν ἐξ ἴσου πάρεστι, καὶ τοῖς κατὰ χρόνον φυομένοις πάντοτε ἅμα σύνεστιν, ἐν ἑνί τε συνείληφε τῶν ὅλων τὴν ἀλήθειαν διὰ τὴν χωριστὴν ἑαυτῆς καὶ ὑπερέχουσαν οὐσίαν. Εἰ δὴ ταῦτα ὀρθῶς εἰρήκαμεν, ὑπ’ οὐδενὸς οὔτε τόπου οὔτε μεριστοῦ σώματος ἀνθρωπίνου οὔτε ψυχῆς κατεχομένης ἐν ἑνὶ εἴδει μεριστῶν περιείληπται μεριστῶς ἡ μαντικὴ τῶν θεῶν δύναμις, χωριστὴ δὲ οὖσα καὶ ἀδιαίρετος ὅλη πανταχοῦ πάρεστι τοῖς μεταλαμβάνειν αὐτῆς δυναμένοις, ἔξωθέν τε ἐπιλάμπει καὶ πληροῖ πάντα, δι’ ὅλων τε τῶν στοιχείων διαπεφοίτηκε, γῆν τε καὶ ἀέρα καὶ πῦρ καὶ ὕδωρ κατείληφεν, οὐδέν τε ἄμοιρον ἑαυτῆς οὔτε τῶν ζώων οὔτε τῶν ἀπὸ φύσεως διοικουμένων ἀπολείπει, ἀλλὰ τοῖς μὲν μᾶλλον τοῖς δὲ ἧττον ἀφ’ ἑαυτῆς δίδωσί τινα μοῖραν προγνώσεως· αὐτὴ μέντοι πρὸ τῶν ὅλων προϋπάρχουσα αὐτῷ τῷ χωριστῷ ἑαυτῆς ἱκανὴ γέγονεν ἀποπληρῶσαι πάντα, καθ’ ὅσον ἕκαστα δύναται αὐτῆς μετέχειν.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.12 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.12