Iamblichus, De Mysteriis 3.13 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.13 (part 1) · Iamblichus, De Mysteriis 3.13 (part 3) →
Iamblichus, De Mysteriis 3.13 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
ὅταν γὰρ εἴπῃς οἱ ἐπὶ χαρακτήρων στάντες, οὐδὲν ἄλλο ἔοικας σημαίνειν ἢ τὸ αἴτιον τῶν περὶ ταῦτα κακῶν πάντων. εἰσὶ γάρ τινες οἳ τὴν ὅλην πραγματείαν τῆς τελεσιουργοῦ θεωρίας παριδόντες περί τε τὸν καλοῦντα καὶ περὶ τὸν ἐπόπτην, τάξιν τε τῆς θρησκείας καὶ τὴν ὁσιωτάτην ἐν πολλῷ χρόνῳ τῶν πόνων ἐμμονὴν ἀτιμάσαντες, θεσμούς τε καὶ εὐταξίας καὶ τὰς ἄλλας ἁγιστείας παρωσάμενοι, ἀποχρῶσαν νομίζουσι τὴν ἐπὶ τῶν χαρακτήρων μόνην στάσιν, καὶ ταύτην ἐν μιᾷ ὥρᾳ ποιησάμενοι, εἰσκρίνειν νομίζουσί τι πνεῦμα· καίτοι τί ἂν γένοιτο ἀπὸ τούτων καλὸν ἢ τέλειον; ἢ πῶς ἔνεστι τὴν ἀίδιον καὶ τῷ ὄντι τῶν θεῶν οὐσίαν ἐφημέροις ἔργοις συνάπτεσθαι ἐν ταῖς ἱεραῖς πράξεσι; διὰ ταῦτα δὴ οὖν οἱ τοιοῦτοι προπετεῖς ἄνδρες τοῦ παντὸς ἁμαρτάνουσιν, οὐδὲ ἄξιον αὐτοὺς ἐν μάντεσι καταριθμεῖσθαι. Περὶ δὲ ἄλλου γένους μαντικῆς λέγεις ταῦτα· ἄλλοι παρακολουθοῦντες ἑαυτοῖς κατὰ τὰ ἄλλα, κατὰ τὸ φανταστικὸν θειάζουσιν, οἱ μὲν σκότος σύνεργον λαβόντες οἱ δὲ καταπόσεις τινῶν οἱ δ’ ἐπῳδὰς καὶ συστάσεις· καὶ οἱ μὲν δι’ ὕδατος φαντάζονται οἱ δὲ ἐν τοίχῳ οἱ δ’ ἐν ὑπαίθρῳ ἀέρι οἱ δ’ ἐν ἡλίῳ ἢ ἄλλῳ τινὶ τῶν κατ’ οὐρανόν. πᾶν δὴ καὶ τοῦτο ὃ λέγεις τῆς μαντείας γένος πολυειδὲς =ὂν μιᾷ συνείληπται δυνάμει, ἣν ἄν τις φωτὸς ἀγωγὴν ἐπονομάσειεν.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.13
Cite as
Iamblichus, De Mysteriis 3.13 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.13