🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.20 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.19 (part 2) · Iamblichus, De Mysteriis 3.20 (part 2) →

Iamblichus, De Mysteriis 3.20 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Ἄρ’ οὖν ἀφιέμενοι τούτων εὐλόγως ἂν τὴν δευτέραν παρὰ σοὶ τιθεμένην αἰτιολογίαν περὶ τῶν αὐτῶν ἀπο δειξαίμεθα ὡς ἡ ψυχὴ ταῦτα λέγει τε καὶ φαντάζεται, καὶ ἔστι ταύτης πάθη ἐκ μικρῶν αἰθυγμάτων ἐγειρόμενα. ἀλλ’ οὔτε ἔχει φύσιν ταῦτα οὔτε ὁ λόγος αἱρεῖ ὡδὶ ὑπολαμβάνειν· πᾶν μὲν γὰρ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς γίγνεται, καὶ τὸ συγγενὲς ὑπὸ τοῦ συγγενοῦς ἀποτελεῖται, τὸ δὲ θεῖον ἔργον οὔτε αὐτόματόν ἐστιν (ἀναίτιον γὰρ τὸ τοιοῦτον καὶ οὐ πάντως τεταγμένον) οὔτε ἀπ’ ἀνθρωπίνης αἰτίας ἀπογεννᾶται· ἀλλότριον γὰρ καὶ τοῦτο καὶ ὑποδεέστερον, τὸ δὲ τελειότερον ὑπὸ τοῦ ἀτελοῦς οὐκ ἔχει δύναμιν παράγεσθαι. πάντα ἄρα ἀπὸ θείας αἰτίας ἀποβλαστάνει τὰ προσόμοια αὐτῇ ἔργα φυόμενα. ἡ γὰρ ἀνθρωπίνη ψυχὴ κατέχεται ὑφ’ ἑνὸς εἴδους καὶ ὑπὸ τοῦ σώματος πανταχόθεν ἐπισκοτεῖται· ὅπερ εἴτε Ἀμέλητα ποταμὸν εἴτε Λήθης ὕδωρ εἴτε ἄγνοιαν καὶ παραφροσύνην εἴτε διὰ παθῶν δεσμὸν εἴτε ζωῆς στέρησιν ἢ ἄλλο τι τῶν κακῶν ἐπονομάσειεν, οὐκ ἄν τις ἐπαξίως εὕροι τὴν ἀτοπίαν αὐτοῦ προσονομάσαι. πότε οὖν ὑπὸ τοιούτου εἱρμοῦ κατεχομένη ἱκανή ποτε ἂν γένοιτο πρὸς τὴν τοιαύτην ἐνέργειαν, οὐκ ἔστιν οὐδαμῶς τοῦτο εὔλογον ὑπολαμβάνειν. Εἰ γὰρ πού τι καὶ δοκοῦμεν εἶναι δυνατοὶ ποιεῖν τῷ μετέχειν καὶ καταλάμπεσθαι ὑπὸ τῶν θεῶν, τούτῳ μόνῳ καὶ τῆς θείας ἐνεργείας ἀπολαύομεν. διὰ τοῦτο οὐχ ἡ τὴν οἰκείαν ἔχουσα ἀρετὴν καὶ φρόνησιν ψυχή, αὕτη καὶ τῶν θείων ἔργων μετέχει·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.20 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.20