🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.28 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.28 (part 1) · Iamblichus, De Mysteriis 3.28 (part 3) →

Iamblichus, De Mysteriis 3.28 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
ταῖς δὲ ἐννοίαις καὶ βουλήσεσι καὶ τοῖς ἀύλοις εἴδεσι διὰ τῆς ἀιδίου τε καὶ ὑπερκοσμίου καὶ ἐγκοσμίου ψυχῆς δημιουργεῖ τοὺς κόσμους· ὁ δὲ δὴ τῶν εἰδώλων ποιητὴς λέγεται μὲν ὡς διὰ τῶν περιπολούντων ἀστέρων αὐτὰ ἀπεργάζεται. Οὐ μήν, ὣς γε οὑτωσὶ δόξαι, ἔχει τῷ ὄντι καὶ ἐπὶ τῆς ἀληθείας. οὐσῶν γὰρ περὶ τοὺς οὐρανίους θεοὺς ἀπείρων δή τινων δυνάμεων ἓν γένος τῶν ἐν αὐταῖς πάντων ἔσχατόν ἐστι, τὸ φυσικόν. τούτου δὲ αὖθις τὸ μὲν ἐν λόγοις σπερματικοῖς τε καὶ πρὸ τῶν σπερματικῶν τοῖς ἀκινήτοις ἱδρυμένον προηγεῖται καθ’ ἑαυτὸ πρὸ τῆς γενέσεως· τὸ δὲ ἐν ταῖς αἰσθηταῖς καὶ φανεραῖς κινήσεσί τε καὶ δυνάμεσιν, ἀπορροίαις τε ταῖς ἐξ οὐρανοῦ καὶ ποιότησιν, ἐνδυναστεύει παρὰ πᾶσαν τὴν φανερὰν διακόσμησιν· οἷς πᾶσι τὸ τελευταῖον ἐν τοῖς περὶ γῆν τόποις ἐπάρχει τῆς περιγείου φανερᾶς γενέσεως· τῇ δὲ τῆς φανερᾶς γενέσεως ἐπικρατείᾳ καὶ ταῖς δι’ αἰσθήσεως φαινομέναις ποιότησι τῶν ἀπ’ οὐρανοῦ καταπεμπομένων ἀπορροιῶν ἄλλαι τε πολλαὶ τέχναι χρῶνται, ὥσπερ ἰατρική τε καὶ γυμναστικὴ καὶ πᾶσαι ὅσαι κοινωνοῦσι τῇ φύσει τὴν ἑαυ τῶν ἀπεργασίαν· καὶ δὴ καὶ εἰδωλοποιία μοῖράν τινα γενεσιουργὸν ἀπ’ αὐτῶν ἕλκει λίαν ἀμυδράν. Ὥσπερ οὖν ἔχει τὸ ἀληθές, οὕτω δεῖ καὶ ἀποφαίνεσθαι, ὅτι δὴ αὐταῖς μὲν ταῖς περιφοραῖς ἢ ταῖς ὑπαρχούσαις ἐν αὐταῖς δυνάμεσιν ἢ ταῖς κατὰ φύσιν περὶ αὐτὰ ἐνιδρυμέναις οὔτε χρῆται εἰδωλοποιός, οὔθ’ ὅλως δυνατός ἐστιν αὐτῶν ἐφάπτεσθαι·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.28 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.28