Iamblichus, De Mysteriis 3.2 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.1 (part 2) · Iamblichus, De Mysteriis 3.2 (part 2) →
Iamblichus, De Mysteriis 3.2 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Περὶ δὴ τῆς καθ’ ὕπνον μαντικῆς λέγεις ταῦτα· ὅτι δὴ καθεύδοντες δι’ ὀνείρων τοῖς μέλλουσι πολλάκις ἐπιβάλλομεν οὐκ ἐν ἐκστάσει μὲν γενόμενοι πολυκινήτῳ (ἥσυ χον γὰρ κεῖται τὸ σῶμα), αὐτοῖς μέντοι γε ὡς ὕπαρ οὐκέτι παρακολουθοῦντες. ταῦτα τοίνυν ἃ λέγεις συμβαίνειν εἴωθεν ἐπὶ τῶν ἀνθρωπίνων ὀνείρων καὶ τῶν ἀπὸ ψυχῆς, ἢ τῶν ἐν ἡμῖν ἐννοιῶν ἢ λόγῳ ἀνακινουμένων, ἢ ὅσα ἀπὸ φαντασιῶν ἐγείρεται ἤ τινων μεθημερινῶν φροντίδων· ἃ τότε μέν ἐστιν ἀληθῆ τότε δὲ ψευδῆ, καὶ ἐπί τινων μὲν τυγχάνει τοῦ ὄντος, ἐπὶ δὲ τῶν πολλῶν ἀποτυγχάνει, οὐ μὴν οἵ γε θεόπεμπτοι καλούμενοι ὄνειροι τοῦτον γίνονται τὸν τρόπον ὅνπερ σὺ λέγεις· ἀλλ’ ἤτοι τοῦ ὕπνου ἀπολείποντος, ἀρχομένων ἄρτι ἐγρηγορέναι, ἀκούειν πάρεστί τινος φωνῆς συντόμου περὶ τῶν πρακτέων ὑφηγουμένης, ἢ μεταξὺ τοῦ ἐγρηγορέναι καὶ καθεύδειν ὄντων ἢ καὶ παντελῶς ἐγρηγορότων αἱ φωναὶ ἀκούονται. καὶ ποτὲ μὲν ἀφανὲς καὶ ἀσώματον πνεῦμα περιέχει κύκλῳ τοὺς κατακειμένους, ὡς ὅρασιν μὲν αὐτοῦ μὴ παρεῖναι, τὴν δὲ ἄλλην συναίσθησιν καὶ παρακολούθησιν ὑπάρχειν, ῥοι ζομένου τε ἐν τῷ εἰσιέναι καὶ περικεχυμένου πανταχόθεν ἄνευ τινὸς ἐπαφῆς, θαυμαστά τε ἔργα ἀπεργαζομένου πρὸς ἀπαλλαγὴν παθῶν ψυχῆς τε καὶ σώματος. ἄλλοτε δὲ φωτὸς ἐπιλάμψαντος λαμπροῦ καὶ ἠρεμαίου κατέχεται μὲν ἡ τῶν ὀφθαλμῶν ὄψις, συμμύει τε, ἀναπεπταμένη μὲν οὖσα πρότερον·
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.2
Cite as
Iamblichus, De Mysteriis 3.2 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.2