Iamblichus, De Mysteriis 3.8 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.6 (part 3) · Iamblichus, De Mysteriis 3.8 (part 2) →
Iamblichus, De Mysteriis 3.8 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Εἰ μὲν οὖν ἀπόλυσις τοῦ θείου ἀπὸ τῆς ἄλλης ψυχῆς ἢ χωρισμὸς τοῦ νοῦ ἤ τις ἐπίτευξις ᾖ ἡ ἀληθὴς μαντεία, ἢ σφοδρότης καὶ ἐπίτασις ἐνεργείας ἢ πάθους ἢ ὀξύτης καὶ φορὰ τῆς διανοίας ἢ τὸ διαθερμαίνεσθαι τὸν νοῦν, πάντα ἂν τὰ τοιαῦτα ἀπὸ τῆς ἡμετέρας ψυχῆς ἀνακινούμενα, ψυχῆς ἄν τις τὸν ἐνθουσιασμὸν εἶναι εὐλόγως ὑποτίθοιτο. εἰ δὲ τὸ σῶμα κατὰ τὰς ποιὰς κράσεις ἤτοι μελαγχολικὰς ἢ ὁποιασοῦν, ἢ καὶ ἰδίως ἔτι μᾶλλον κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν ἢ τὸ ποιόν τι τούτων εἶδος, ἢ τὴν ἐν λόγῳ τούτων μῖξιν ἢ κρᾶσιν ἢ τὸ πνεῦμα ἢ τὸ μᾶλλον ἢ τὸ ἧττον τούτων, αἴτιον καθίσταται τῆς ἐνθουσιαστικῆς ἐκστάσεως, σωματικὸν ἂν εἴη τὸ τῆς παρατροπῆς πάθος, καὶ ἀπὸ τῶν φυσικῶν κινήσεων ἐγειρόμενον· εἰ δ’ ἐξ ἀμφοῖν ἡ ἀρχὴ σώματός τε καὶ ψυχῆς ἀνεγείρεται, καθὸ συμπέπηκται ταῦτα ἀλλήλοις, κοινὸν ἔσται τοῦ ζώου τὸ τοιόνδε κίνημα· ἀλλ’ οὔτε σώματος οὔτε ψυχῆς οὔτε τοῦ συναμφοτέρου τὸ ἐνθουσιᾶν ἐστὶν ἔργον· οὐδὲ γὰρ ἔχει τινὰ ταῦτα ἐν ἑαυτοῖς αἰτίαν τῆς θείας παραλλάξεως, οὐδὲ πέφυκεν ἀπὸ τῶν χειρόνων τὰ κρείττονα ἀπογεννᾶσθαι. Ἀλλὰ δεῖ ζητεῖν τὰ τῆς θείας μανίας αἴτια·
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.8
Cite as
Iamblichus, De Mysteriis 3.8 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.8