🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 3.9 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.8 (part 2) · Iamblichus, De Mysteriis 3.9 (part 2) →

Iamblichus, De Mysteriis 3.9 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Ἃ δὲ λέγεις ἐπὶ τούτοις ἐστὶ ταῦτα· ὡς τῶν ἐξισταμένων ἔνιοί τινες αὐλῶν ἀκούοντες ἢ κυμβάλων ἢ τυμπάνων ἤ τινος μέλους ἐνθουσιῶσιν, ὡς οἵ τε κορυβαντιζόμενοι καὶ οἱ τῷ Σαβαζίῳ κάτοχοι καὶ οἱ μητρίζοντες· δεῖ δὴ καὶ περὶ τούτων τὰς αἰτίας διελθεῖν πῶς τε γίνονται, ἐπιτελούμενα τε τίνα ἔχει λόγον. Τὸ μὲν οὖν κινητικόν τι καὶ παθητικὸν εἶναι τὴν μουσικήν, καὶ τὸ τῶν αὐλῶν ἐμποιεῖν ἢ ἰατρεύειν τὰ πάθη τῆς παρατροπῆς, καὶ τὸ μεθιστάναι τὰς τοῦ σώματος κράσεις ἢ διαθέσεις τὴν μουσικήν, καὶ τὸ ἄλλοις μὲν μέλεσιν ἀναβακχεύεσθαι ἄλλοις δὲ ἀποπαύεσθαι τῆς βακχείας, καὶ πῶς αἱ τούτων διαφοραὶ πρὸς τὰς τῆς ψυχῆς ἑκάστας διαθέσεις προσαρμόττουσι, καὶ ὅτι τὸ ἄστατον καὶ ἀκατάστατον μέλος πρὸς τὰς ἐκστάσεις οἰκεῖον, οἷα δή ἐστι τὰ Ὀλύμπου, καὶ ὅσα τοιαῦτα λέγεται, πάντα ἀλλοτρίως μοι δοκεῖ λέγεσθαι πρὸς τὸν ἐνθουσιασμόν· φυσικά τε γάρ ἐστι καὶ ἀνθρώπινα καὶ τέχνης ἡμετέρας ἔργα· τὸ δὲ θεῖον ἐν αὐτοῖς οὐδ’ ὁπωστιοῦν διαφαίνεται. Μᾶλλον οὖν ἐκεῖνα λέγομεν, ὡς ἦχοί τε καὶ μέλη καθιέρωνται τοῖς θεοῖς οἰκείως ἑκάστοις, συγγένειά τε αὐτοῖς ἀποδέδοται προσφόρως κατὰ τὰς οἰκείας ἑκάστων τάξεις καὶ δυνάμεις καὶ τὰς ἐν αὐτῷ παντὶ κινήσεις καὶ τὰς ἀπὸ τῶν κινήσεων ῥοιζουμένας ἐναρμονίους φωνάς· κατὰ δὴ τὰς τοιαύτας τῶν μελῶν πρὸς τοὺς Θεοὺς οἰκειότητας.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 3.9 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:3.9