🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 4.12 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 4.11 · Iamblichus, De Mysteriis 4.12 (part 2) →

Iamblichus, De Mysteriis 4.12 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Οὐ μὴν ἀλλὰ δεῖ κατ’ ἰδίαν ἐπισκέψασθαι περὶ αὐτῶν τούτων, ὅπως τε γίνονται καὶ ὅντινα ἔχει λόγον. δεῖ δὴ νοεῖν ὡς ἓν ζῶόν ἐστι τὸ πᾶν. τὰ δ’ ἐν αὐτῷ μέρη διέστηκε μὲν τοῖς τόποις, τῇ δὲ μιᾷ φύσει σπεύδει πρὸς ἄλληλα. τὸ δὲ συναγωγὸν ὅλον καὶ τὸ τῆς συγκράσεως αἴτιον ἕλκει μὲν καὶ αὐτοφυῶς τὰ μέρη πρὸς τὴν ἀλλή λων σύμμιξιν. δύναται δὲ καὶ ἀπὸ τέχνης ἐγείρεσθαί τε καὶ ἐπιτείνεσθαι μᾶλλον τοῦ δέοντος· αὐτὸ μὲν οὖν καθ’· ἑαυτὸ καὶ τὸ διατεῖνον ἀπ’ αὐτοῦ περὶ ὅλον τὸν κόσμον ἀγαθόν τέ ἐστι, καὶ πληρώσεως αἴτιον, κοινωνίας τε καὶ συνόδου καὶ συμμετρίας συναρμοστικόν, ἔρωτός τε ἀδιάλυτον ἀρχὴν ἐντίθησι τῇ ἑνώσει, διακρατοῦσαν τά τε ὄντα καὶ τὰ γιγνόμενα. ἐν δὲ τοῖς μέρεσι διὰ τὴν ἀπ’ ἀλλήλων καὶ τῶν ὅλων ἀπόστασιν, καὶ διότι κατὰ τὴν ἰδίαν αὐτῶν φύσιν ἀτελῆ τέ ἐστι καὶ ἐνδεῆ καὶ ἀσθενῆ, μετὰ πάθους ποιεῖται τὴν ἀλληλουχίαν· ἀφ’ οὗ δὴ καὶ ἐπιθυμία καὶ ἔφεσις σύμφυτος αὐτῶν τοῖς πλείστοις ἔνεστι. Κατιδοῦσα δὴ οὖν αὐτὸ οὕτως ἐνσπειρόμενον τῇ φύσει καὶ περὶ αὐτὴν μεριζόμενον τέχνη, πολυειδῶς καὶ αὐτὴ μεριζομένη περὶ τὴν φύσιν ἕλκει ποικίλως αὐτὸ καὶ μετοχετεύει, καὶ τὸ μὲν ἐν ἑαυτῷ τεταγμένον εἰς ἀταξίαν μετάγει, τὸ δὲ κάλλος καὶ τὸ τῶν εἰδῶν σύμμετρον ἀσυμμετρίας καὶ ἀσχημοσύνης ἐμπίμπλησι, τὸ δ’ ἐν ἑκάστοις ἑνώσεως συμφυόμενον σεμνὸν τέλος ἐπ’ ἄλλο ἀπρεπὲς μεταφέρει πλήρωμα τὸ κοινόν, κατὰ πάθος ἐκ διαφερομένων πως συμφερόμενον·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 4.12 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:4.12