🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 4.13

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 4.12 (part 2) · Iamblichus, De Mysteriis 5.1 →

Iamblichus, De Mysteriis 4.13 Ancient Greek Iamblichus, De Mysteriis
Ἐπίσκεψαι δὴ οὖν καὶ κατ’ ἄλλο αἰτίων γένος· πῶς λίθος ἢ βοτάνη πολλάκις φύσιν ἔχουσιν ἀφ’ ἑαυτῶν φθαρτικὴν ἢ πάλιν συναγωγὸν τῶν γινομένων· μὴ γὰρ οὐκ ἦν ἐπὶ τούτων μόνων ἀλλὰ καὶ ἐπὶ μειζόνων καὶ ἐν μείζοσι πράγμασι φύσεων ἡ φυσικὴ αὕτη ἐπικράτεια, ἣν οἱ μὴ δυνάμενοι συλλογίζεσθαι ταχ’ ἂν ἐπὶ τὰ κρείττονα ἔργα τὰ τῶν φύσεων ἐνεργήματα μεταφέροιεν. ἤδη τοίνυν συνωμολόγηται, ἐν τῇ γενέσει καὶ περὶ τὰ ἀνθρώπεια πράγματα καὶ ὅσα ἐστὶν ἐν τοῖς περὶ γῆν τὸ τῶν πονηρῶν δαιμόνων φῦλον πλέον ἐπικρατεῖν δύνασθαι. τί οὖν ἔτι θαυμαστόν, εἰ καὶ τὰ τοιαῦτα ἔργα τὸ τοιοῦτον ἐπιτελεῖ; οὐδὲ γὰρ πᾶς ἀνὴρ διακρῖναι δυνηθείη, τίποτ’ ἐστὶ τὸ σπουδαῖον αὐτοῦ καὶ φαῦλον, ἢ τίσι γνωρίσμασι διακρίνεται ἑκάτερον· ὃ δὴ μὴ οἷοί τε ὄντες καθορᾷν ἀτόπως συλλογίζονται περὶ τούτων τὴν τῆς αἰτίας ζήτησιν, καὶ ἐπανάγουσιν αὐτὴν ἐπὶ τὰ κρείττονα γένη τῆς φύσεώς τε καὶ τῆς δαιμονίας τάξεως· εἰ δὲ καὶ τῆς ψυχῆς τῆς μερικῆς ἐπὶ τούτων συνεπιλαμβάνονταί τινες δυνάμεις εἰς ἀπεργασίαν, τῆς τε ἐν σώματι κατεχομένης, καὶ ὅση τὸ μὲν ὀστρεῶδες καὶ γήινον σῶμα ἀφῆκεν, ἐπὶ δὲ πνεύματος θολεροῦ καὶ διύγρου περιπλανᾶται κάτω περὶ τοὺς τῆς γενέσεως τόπους, καὶ αὐτὴ ἀληθὴς μὲν ἂν εἴη ἡ δόξα, πορρωτάτω δὲ τῆς τῶν κρειττόνων αἰτίας δι έστηκεν. οὐδαμῶς ἄρα τὸ θεῖον καὶ ὅσον ἐστὶν ἀγαθὸν δαιμόνιον ὑπηρετεῖ ταῖς παρανόμοις εἰς τὰ ἀφροδίσια τῶν ἀνθρώπων ἐπιθυμίαις, ἐπειδὴ πέφυκεν αὐτῶν ἄλλα αἴτια πολλὰ ὑπάρχοντα.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 4.13 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:4.13