Iamblichus, De Mysteriis 4.1 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 3.31 (part 3) · Iamblichus, De Mysteriis 4.1 (part 2) →
Iamblichus, De Mysteriis 4.1 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Ἄγε δὴ οὖν, ὅπως ἐφεξῆς καὶ τὰς δοκούσας ἐναντιώσεις ἐπισκεψώμεθα, τίνες εἰσὶ καὶ τίνα λόγον ἔχουσι. καὶ δῆτα ἐὰν ὀλίγῳ πλείονα διεξίωμεν περί τινων, ὡς ἂν ἐπ’ ἐξουσίας ἰδίας καὶ κατὰ σχολὴν ποιούμενοι τοὺς λόγους, ἐπιμένειν δεῖ σε προθύμως καὶ καρτερεῖν. περὶ γὰρ τῶν μεγίστων μαθημάτων μεγάλας ἐνίστασθαι δεῖ καὶ τὰς σπουδάς, χρόνῳ τε ἐν πολλῷ δι’ ἀκριβείας βεβασανισμένας, εἰ μέλλοις αὐτὰ τελέως γνώσεσθαι· σύ μὲν οὖν κατὰ τὴν παροῦσαν ὑπόθεσιν, ὥσπερ ἤρξω, πρότεινε τὰς ἐμποιού σας ἀπορίαν διαμφισβητήσεις, ἐγὼ δ’ ἐν τῷ μέρει δώσω λόγον σοι· λέγε δὴ οὖν, ὅτι πάνυ με ταράττει, πῶς ὡς κρείττονες παρακαλούμενοι ἐπιτάττονται ὡς χείρονες· ἐγὼ δέ σοι ἐρῶ τὴν ὅλην περὶ τῶν καλουμένων ἀξίαν λόγου διαίρεσιν, ἀφ’ ἧς ἐνέσται σοι διορισμὸς σαφὴς τοῦ τε δυνατοῦ καὶ τοῦ ἀδυνάτου, περὶ ὧν ἠρώτησας. Θεοὶ μὲν γὰρ καὶ ὅσοι κρείττονες ἡμῶν βουλήσει τῶν καλῶν, ἀφθόνῳ τε τῶν ἀγαθῶν ἀποπληρώσει μετ’ εὐμενείας τοῖς ἀξίοις χαρίζονται τὰ προσήκοντα, οἰκτείροντες μὲν τοὺς τῶν ἱερατικῶν ἀνδρῶν πόνους, τὰ δ’ οἰκεῖα ἑαυτῶν γεννήματα καὶ θρέμματα καὶ παιδεύματα ἀσπαζόμενοι. τὰ δὲ μέσα γένη κρίσεως ἔφορα τυγχάνει· συμβουλεύει τε ἃ δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι προσήκει, καὶ πρὸς μὲν τὰ δίκαια ἔργα συναίρεται, διακωλύει δὲ τὰ ἄδικα, πολλούς τε τῶν ἐπιχειρούντων ἀφαιρεῖσθαί τι τῶν ἀλλοτρίων παρὰ δίκην, ἢ λυμαίνεσθαί τινα πλημμελῶς ἢ ἀπολλύναι, αὐτοὺς ἐποίησε παθεῖν ταῦτα οἷα ἄλλους διενοοῦντο ἐργάζεσθαι.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:4.1
Cite as
Iamblichus, De Mysteriis 4.1 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:4.1