Iamblichus, De Mysteriis 4.2 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 4.1 (part 2) · Iamblichus, De Mysteriis 4.2 (part 2) →
Iamblichus, De Mysteriis 4.2 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Καὶ οὗτος μὲν ἄλλος τρόπος λόγων· ὃ δε νυνὶ πρόκειται σκοπεῖν, ἐνίοτε ὁρῶμεν γιγνόμενον. τὸ γὰρ τῶν ἐπιτάξεων συμβαίνει περὶ τὰ μὴ χρώμενα ἰδίῳ λόγῳ πνεύματα μηδὲ κρίσεως ἀρχὴν ἔχοντα. καὶ τοῦτο οὐκ ἀπαντᾷ παραλόγως. φύσιν γὰρ ἔχουσα λογίζεσθαι ἡμῶν ἡ διάνοια καὶ διακρίνειν ᾗπερ ἔχει τὰ πράγματα, πολλάς τε δυνάμεις ζωῆς ἐν ἑαυτῇ συλλαβοῦσα, τοῖς ἀλογίστοις καὶ κατὰ μίαν τοῖς ἐπιτελουμένοις ἐνέργειαν ἐπιτάττειν εἴωθε. καλεῖ μὲν οὖν αὐτὰ ὡς κρείττονα, διότι ἀπὸ τοῦ περιέχοντος ἡμᾶς παντὸς κόσμου τὰ συντελοῦντα πρὸς τὰ ὅλα περὶ τὰ κατεχόμενα ἐν τοῖς μεριστοῖς ἕλκειν ἐπιχειρεῖ. ἐπιτάττει δὲ ὡς χείροσι, διότι καὶ μέρη τινὰ πολλάχις τῶν ἐν τῷ κόσμῳ καθαρώτερα καὶ τελειότερα ἐμφύεται τῶν ἀνηκόντων εἰς τὸν ὅλον κόσμον· οἷον εἰ τὸ μὲν εἴη νοερόν, τὸ δ’ ὅλον ἄψυχον ἢ φυσικόν, τότε γὰρ τοῦ ἐπὶ πλεῖον διατείνοντος τὸ ἐπ’ ἔλαττον διῆκον εἰς ἐξουσίαν ἐστὶ κυριώτερον, εἰ καὶ ὅτι μάλιστα ἀπολείποιτο αὐτοῦ τῷ μεγέθει καὶ πλήθει τῆς ἐπικρατείας. Ἔχει δὲ καὶ ἄλλον λόγον ταῦτα τοιοῦτον. τῆς ὅλης θεουργίας διττόν ἐστι πρόσχημα, τὸ μὲν ὡς παρ’ ἀνθρώπων προσαγόμενον, ὅπερ δὴ τηρεῖ καὶ τὴν ἡμετέραν τάξιν ὡς ἔχει φύσεως ἐν τῷ παντί, τὸ δὲ κρατυνόμενον τοῖς θείοις συνθήμασι καὶ ἄνω μετέωρον δι’ αὐτῶν τοῖς κρείττοσι συναπτομένον, περιαγόμενόν τε ἐμμελῶς ἐπὶ τὴν ἐκείνων διακόσμησιν, ὃ δὴ δύναται εἰκότως καὶ τὸ τῶν θεῶν σχῆμα περιτίθεσθαι·
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:4.2
Cite as
Iamblichus, De Mysteriis 4.2 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:4.2