🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 4.4

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 4.3 (part 2) · Iamblichus, De Mysteriis 4.5 (part 1) →

Iamblichus, De Mysteriis 4.4 Ancient Greek Iamblichus, De Mysteriis
Τί οὖν δὴ λέγωμεν περὶ τῆς μετὰ ταύτην ἐπιζητήσεως, τί δίκαιον δήποτε μὲν ἀξιοῦσι τὸν θεραπεύοντα εἶναι οἱ καλούμενοι, αὐτοὶ δὲ τὰ ἄδικα κελευόμενοι δρᾶν ὑπομένουσι; πρὸς δὴ τούτῳ ἔχω περὶ τοῦ δικαιοπραγεῖν διαμφισβητῆσαι, ὡς οὐχ ὁ αὐτὸς ὅρος ἡμῖν τε φαίνεται περὶ αὐτοῦ καὶ τοῖς θεοῖς. ἀλλ’ ἡμεῖς μὲν ἅτε δὴ ἐπὶ τὸ βραχύτατον ἀποβλέποντες τὰ παρόντα πράγματα ἐπισκοποῦμεν καὶ τὸν ἐν ποσὶ βίον, τίς τέ ἐστι καὶ ὅπως γίνεται· οἱ μέντοι κρείττονες ἡμῶν ὅλην τὴν ζωὴν τῆς ψυχῆς καὶ τοὺς προτέρους αὐτῆς βίους πάντας ἐπίστανται, καὶ εἴ τινα δὴ τιμωρίαν ἐπάγουσιν ἐκ παρακλήσεως τῶν καλούντων, οὐκ ἔξω τῆς δίκης ταύτην ἐπιφέρουσιν, ἀλλὰ στοχαζόμενοι τῶν ἐν προτέροις βίοις ἁμαρτημάτων τῆς ψυχῆς τῶν πασχόντων· ἅπερ οἱ ἄνθρωποι οὐχ ὁρῶντες νομίζουσιν αὐτοὺς ἀδίκως περιπίπτειν ταῖς συμφοραῖς αἷς πάσχουσι.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 4.4 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:4.4