🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 4.7

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 4.6 · Iamblichus, De Mysteriis 4.8 (part 1) →

Iamblichus, De Mysteriis 4.7 Ancient Greek Iamblichus, De Mysteriis
Ἔχει μὲν οὖν τό γε ἀληθὲς οὕτως· οὐ μὴν ἀλλὰ δεῖ προσθεῖναι καὶ τὰ αἴτια τῆς ἐνίοτε τῶν κακῶν γενέσεως, πόσα τέ ἐστι καὶ ὁποῖα· καὶ γὰρ οὐδὲ ἁπλοῦν αὐτῶν ὑπάρχει τὸ εἶδος· ποικίλον δ’ αἴτιον ποικίλων κακῶν προηγεῖται τῆς γενέσεως. εἰ γὰρ ἀληθῶς ἄρτι ἐλέγομεν περὶ τῶν εἰδώλων καὶ τῶν κακῶν δαιμόνων τῶν ὑποκρινομένων τὴν τῶν θεῶν καὶ τῶν ἀγαθῶν δαιμόνων παρουσίαν, πολὺ δήπου τι καταφαίνεται ἐντεῦθεν ἐπιρρέον τὸ κακοποιὸν φῦλον, περὶ ὃ συμβαίνειν φιλεῖ ἡ τοιάδε ἐναντίωσις. δίκαιον μὲν γὰρ ἀξιοῖ εἶναι τὸν θεραπεύοντα, διότι ὑποκρίνεται εἶναι οἷον τὸ θεῖον γένος· ὑπηρετεῖ δὲ πρὸς τὰ ἄδικα, διότι πέφυκεν εἶναι πονηρόν· ἔστω δὴ οὖν ὁ αὐτὸς λόγος περὶ ψεύδους καὶ ἀληθοῦς καὶ ἀγαθοῦ καὶ κακοῦ. καθάπερ δὴ οὖν ἐν ταῖς μαντείαις μόνως τὸ ἀληθεύειν τοῖς θεοῖς ἀπονείμαντες, κατιδόντες τὸ ψεῦδος λεγόμενον ἐν αὐταῖς, εἰς ἕτερον γένος αἰτίας τοῦτο ἀνηγμένον, τὸ τῶν δαιμόνων, οὕτω καὶ ἐπὶ τῶν δικαίων καὶ ἀδίκων θεοῖς μὲν καὶ ἀγαθοῖς δαίμοσιν ἀποδιδόναι δεῖ μόνως τὸ καλὸν καὶ δίκαιον, τὰ δὲ ἄδικα καὶ αἰσχρὰ ἀπεργάζονται οἱ φύσει πονηροὶ δαίμονες. καὶ τὸ μὲν ὁμολογούμενον πάντῃ καὶ σύμφωνον πρὸς ἑαυτὸ καὶ ἀεὶ ἑαυτῷ ὡσαύτως ἔχον προσήκει τοῖς κρείττοσι, τὸ δ’ ἐναντίον καὶ ἀσύμφωνον καὶ μηδέποτε τὸ αὐτὸ τῆς δαιμονίας διαστάσεώς ἐστιν ἰδιώτατον, περὶ ἣν εἰ γίνεται τὰ μαχόμενα οὐδέν ἐστι θαυμαστόν· ἀλλὰ τοὐναντίον ἴσως ἂν ἦν θαυμαστότερον, εἰ μὴ οὕτως εἶχεν.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 4.7 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:4.7