Iamblichus, De Mysteriis 5.10 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 5.10 (part 1) · Iamblichus, De Mysteriis 5.10 (part 3) →
Iamblichus, De Mysteriis 5.10 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
εἰ γὰρ τί που καὶ περίκειται τοῖς δαίμοσι σῶμα, ὃ δή τινες τρέφεσθαι ἀπὸ τῶν θυσιῶν νομίζουσιν, ἄτρεπτόν ἐστι τοῦτο καὶ ἀπαθές, αὐγοειδές τε καὶ ἀνενδεές, ὡς μήτε ἀπορρεῖν τι ἀπ’ αὐτοῦ μήτ’ ἐπιρροῆς ἔξωθεν αὐτὸ προσδεῖσθαι. εἰ δ’ ἄρα καὶ τοῦτό τις θείη, τοῦ κόσμου καὶ τοῦ ἐν αὐτῷ ἀέρος ἀνέκλειπτον ἔχοντος ἀπὸ τῶν περὶ τὴν γῆν ἀναθυμίασιν, περικεχυμένου τε πανταχόθεν ἐπίσης τοῦ τοιούτου ῥεύματος, τίς ἂν ἔτι χρεία αὐτοῖς εἴη τῶν θυσιῶν; ἀλλ’ οὐδὲ δι’ ἴσου τοῖς ἀπορρέουσιν ἀναπληροῖ τὰ ἐπεισιόντα συμμέτρως, ὡς μήτε ὑπερβολὴν ἐπικρατεῖν μήτε ἔλλειψίν ποτε ἐγγίνεσθαι, ἰσότητα δὲ πάντη καὶ ὁμαλότητα τῶν δαιμονίων σωμάτων ὡσαύτως ὑπάρχειν. Οὐ γὰρ δήπου τοῖς μὲν ἐν γῇ καὶ θαλάττῃ πᾶσι ζώοις ὁ δημιουργὸς ἄφθονον καὶ ἕτοιμον διατροφὴν παρέθηκε, τοῖς δὲ κρείττοσιν ἡμῶν ἔνδειαν ταύτης ἐνεποίησεν. οὐδὲ τοῖς μὲν ἄλλοις ζώοις ἐξ ἑαυτῶν ἔμφυτον παρέσχε τὴν εὐπορίαν τῶν καθ’ ἡμέραν ἐπιτηδείων, τοῖς δαίμοσι δὲ ἐπείσακτον καὶ παρ’ ἡμῶν τῶν ἀνθρώπων συντελουμένην ἔδωκε τὴν διατροφήν· καὶ ὡς ἔοικεν, ἐὰν ἡμεῖς δι’ ἀργίαν ἢ ἄλλην τινὰ πρόφασιν κατολιγωρήσωμεν τῆς τοιαύτης εἰσφορᾶς, ἐνδεῆ τῶν δαιμόνων τὰ σώματα ἔσται, ἀσυμμετρίας τε καὶ ἀταξίας μεθέξει. Διὰ τί οὖν οἱ ταῦτα λέγοντες οὐ καὶ τὴν ὅλην ἀναστρέφουσι τάξιν, ὥστε ἡμᾶς ἐν καλλίονι ποιεῖν τάξει καὶ δυνατωτέρους; εἰ γὰρ τροφέας ἡμᾶς καὶ ἀποπληρωτὰς ποιοῦσι τῶν δαιμόνων, ἡμεῖς τῶν δαιμόνων ἐσόμεθα αἰτιώτεροι.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.10
Cite as
Iamblichus, De Mysteriis 5.10 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.10