🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 5.14 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 5.13 · Iamblichus, De Mysteriis 5.14 (part 2) →

Iamblichus, De Mysteriis 5.14 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Ἀρχὴ δὲ πασῶν ἀρίστη, ἢ τῆς τῶν θεῶν τάξεως τὸν θεσμὸν τῶν θυσιῶν ἐχόμενον ἐπιδείκνυσιν· ἄνωθεν οὖν τοὺς μὲν ὑλαίους τῶν θεῶν τοὺς δὲ ἀύλους ὑποθώμεθα· ὑλαίους μὲν τοὺς τὴν ὕλην περιέχοντας ἐν ἑαυτοῖς καὶ διακοσμοῦντας, ἀύλους δὲ παντελῶς τοὺς ἐξῃρημένους ἀπὸ τῆς ὕλης καὶ ὑπερέχοντας. κατὰ δὲ τὴν τῶν ἱερέων τέχνην ἄρχεσθαι χρὴ τῶν ἱερουργικῶν ἀπὸ τῶν ὑλαίων· οὐ γὰρ ἂν ἄλλως ἐπὶ τοὺς ἀύλους θεοὺς γένοιτο ἡ ἀνάβασις. οὗτοι δὴ οὖν ἔχουσί τινα κοινωνίαν πρὸς τὴν ὕλην καθόσον αὐτῆς ἐπιβεβήκασιν. οἱ αὐτοὶ δὴ οὖν καὶ τῶν περὶ τὴν ὕλην ἐγγιγνομένων ἐπάρχουσιν, οἷον διαιρέσεων, πληγῆς ἀντιτύπου, μεταβολῆς γενέσεως φθορᾶς πάντων τῶν ἐνύλων σωμάτων. Εἰ δή τις τοὺς τοιούτους βούλοιτο θεραπεύειν θεουργικῶς, ᾖ πεφύκασι καὶ ᾖ τὴν ἀρχὴν εἰλήχασι ταύτῃ προσ εκτέον αὐτοῖς τὴν θεραπείαν, ἐνύλοις οὖσιν αὐτοῖς ἔνυλον οὖσαν· οὕτω γὰρ ἂν ὅλοις αὐτοῖς δι’ ὅλων προσαγοίμεθα εἰς οἰκείωσιν, συγγένειάν τε αὐτοῖς ἐν τῇ θεραπείᾳ προσφέροιμεν τὴν προσήκουσαν· καὶ ἐπὶ τῶν θυσιῶν τοίνυν τὰ νεκρὰ σώματα καὶ ἀπεστερημένα τῆς ζωῆς, φόνος τε τῶν ζώων καὶ κατανάλωσις τῶν σωμάτων μεταβολή τε παντοία καὶ φθορά, καὶ ὅλως ἡ πρόπτωσις τῆς ὕλης προϊσταμένης θεοῖς προσήκει· οὐκ αὐτοῖς δι’ ἑαυτούς, ἀλλὰ διὰ τὴν ὕλην ἧς ἐπάρχουσιν. εἰ γὰρ καὶ ὅτι μάλιστα χωριστοί εἰσιν ἀπ’ αὐτῆς, ἀλλ’ ὅμως αὐτῇ πάρεισι· καὶ εἰ περιέχουσιν αὐτὴν ἐν ἀύλῳ δυνάμει, σὺν αὐτῇ ὑπάρχουσι·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 5.14 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.14