Iamblichus, De Mysteriis 5.16 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 5.15 (part 2) · Iamblichus, De Mysteriis 5.16 (part 2) →
Iamblichus, De Mysteriis 5.16 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Μὴ ἀτιμάσωμεν τοίνυν ἔτε καὶ τὰ τοιαῦτα εἰπεῖν. ὡς πολλάκις τῆς τοῦ σώματος ἕνεκα ἀναγκαίας χρείας διαπραγματευόμεθά τι πρὸς τοὺς ἐφόρους τοῦ σώματος θεοὺς καὶ δαίμονας ἀγαθούς· οἷον καθαίροντες αὐτὸ ἀπὸ κηλίδων παλαιῶν ἢ νόσων ἀπολύοντες, καὶ ὑγείας πληροῦντες ἢ τὸ μὲν βαρὺ καὶ νωθρὸν ἀποκόπτοντες ἀπ’ αὐτοῦ, τὸ δὲ κοῦφον καὶ δραστήριον αὐτῷ παρέχοντες, ἢ ἄλλο γέ τε τῶν πάντων ἀγαθῶν αὐτῷ παρασκευάζοντες. τότε δὴ οὖν οὐ δήπου νοερῶς καὶ ἀσωμάτως τὸ σῶμα μεταχειριζόμεθα· οὐ γὰρ πέφυκε τῶν τοιούτων τρόπων τὸ σῶμα μετέχειν· τῶν δὲ συγγενῶν ἑαυτῷ μεταλαγχάνον, σώμασι σῶμα θεραπεύεταί τε καὶ ἀποκαθαίρεται. ἔσται δὴ οὖν καὶ ὁ τῶν θυσιῶν θεσμὸς ἐπὶ τῆς τοιαύτης χρείας ἐξ ἀνάγκης σωματοειδής, τὰ μὲν ἀποκόπτων τῶν ἐν ἡμῖν περιττευόντων, τὰ δὲ ἀναπληρῶν ὅσα ἡμῖν ἐλλείπει, τὰ δὲ εἰς συμμετρίαν ἄγων καὶ τάξιν ὅσα πλημμελῶς ἐπιτετάρακται· καὶ μήν πολλὰ καὶ πρὸς τὸν ἀνθρώπινον βίον ἐπιτηδείων δεόμενοι ἡμῖν γενέσθαι παρὰ τῶν κρειττόνων ἱερουργίαις χρώμεθα· ταῦτα δ’ ἔστι δήπου κηδεμονίαν σώματι παρέχοντα ἢ ἐκείνων ἐπιμελούμενα, ἃ τῶν σωμάτων ἕνεκα κτώμεθα. Τί δὴ οὖν ἡμῖν ἔσται παρὰ τῶν ἐξῃρημένων παντάπασι θεῶν πάσης ἀνθρωπίνης γενέσεως εἰς ἀκαρπίαν ἢ ἀγωνίαν ἢ περιουσίαν ἢ ἄλλο τι τῶν τοῦ βίου πραγμάτων ἐχόμενον; οὐδὲν οὐδαμῶς· τοὺς γὰρ ἀπολελυμένους πάντων οὐκ ἔνεστι τῶν τοιούτων ἐφάπτεσθαι δόσεων.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.16
Cite as
Iamblichus, De Mysteriis 5.16 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.16