Iamblichus, De Mysteriis 5.20 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 5.19 · Iamblichus, De Mysteriis 5.20 (part 2) →
Iamblichus, De Mysteriis 5.20 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Ἀπ’ ἄλλης τοίνυν ἀρχῆς ὁρμώμενοι τοῦ τε κόσμου καὶ τῶν ἐγκοσμίων θεῶν, τῆς τε ἐν αὐτῷ τῶν τεττάρων στοιχείων διανομῆς, καὶ τῆς κατὰ τὰ μέτρα τῶν στοιχείων συλλήξεως, καὶ τῆς ἐν τάξει περὶ τοῖς κέντροις περιδινουμένης περιφορᾶς, εὔβατον ἔχομεν ἄνοδον ἐπὶ τὴν ἀλήθειαν τῆς περὶ θυσιῶν ἁγιστείας· εἰ γὰρ αὐτοί γέ ἐσμεν ἐν κόσμῳ, καὶ ὡς μέρη περιεχόμεθα ἐν ὅλῳ τῷ παντί, παραγόμεθά τε ὑπ’ αὐτοῦ πρώτως, καὶ τελειούμεθα ἀπὸ τῶν ὅλων ἐν αὐτῷ δυνάμεων, ἀπό τε τῶν ἐν αὐτῷ στοιχείων συνεστήκαμεν, καὶ μοῖράν τινα ζωῆς καὶ φύσεως παρ’ αὐτοῦ λαβόντες ἔχομεν, οὐ δεῖ δὴ διὰ ταῦτα ὑπερβαίνειν τὸν κόσμον καὶ τὰς ἐγκοσμίους διατάξεις. Θῶμεν οὖν καθ’ ἑκάστην περικόσμιον μερίδα εἶναι μέντοι καὶ σῶμα τοῦτο ὅπερ ὁρῶμεν, εἶναι καὶ τὰς περὶ τοῖς σώμασι μεριστὰς δυνάμεις ἀσωμάτους, ὁ δὴ τῆς θρησκείας νόμος τὰ ὅμοια δηλονότι τοῖς ὁμοίοις ἀπονέμει, καὶ διατείνει δι’ ὅλων οὕτως ἄνωθεν ἄχρι τῶν ἐσχάτων, ἀσώματα μὲν ἀσωμάτοις, σώματα δὲ σώμασι, τὰ σύμμετρα κατὰ τὴν ἑαυτῶν φύσιν ἑκατέροις ἀποδιδούς. ἀλλὰ μὴν ὁπότε γέ τις τῶν θεουργικῶν θεῶν ὑπερκοσμίων μετάσχοι (τοῦτο δ’ ἐστὶ τὸ πάντων σπανιώτατον), ἐκεῖνος δήποθέν ἐστιν ὁ καὶ σωμάτων καὶ ὕλης ὑπερέχων ἐπὶ θεραπείᾳ τῶν θεῶν, ὑπερκοσμίῳ τε δυνάμει τοῖς θεοῖς ἑνούμενος.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.20
Cite as
Iamblichus, De Mysteriis 5.20 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.20