Iamblichus, De Mysteriis 5.24
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 5.23 (part 2) · Iamblichus, De Mysteriis 5.25 →
Iamblichus, De Mysteriis 5.24 Ancient Greek
Iamblichus, De Mysteriis
Τὰ δ’ αὐτὰ ἄν τις καταμάθοι καὶ ἀπὸ τῆς κατὰ τόπους διανομῆς καὶ ἀπὸ τῆς μεριστῆς ἐφ’ ἑκάστων τῶν ὄντων ἐπιστασίας, ὅση κατὰ διαφόρους τάξεις ἢ μείζονας ἢ ἐλάττονας τὰς λήξεις ταύτας κατενείματο· δῆλον γὰρ δήπου τοῦθ’, ὅτι τοῖς ἐπιβεβηκόσι τινῶν τόπων θεοῖς τὰ ἀπ’ αὐτῶν γεννώμενα προσάγεσθαι εἰς θυσίαν ἐστὶν οἰκειότατα, καὶ τοῖς διοικοῦσι τὰ τῶν διοικουμένων· ἀεὶ μὲν γὰρ τοῖς ποιοῦσι τὰ ἑαυτῶν ἔργα διαφερόντως ἐστὶ κεχαρισμένα, τοῖς δὲ πρώτως τινὰ προσάγουσι καὶ πρώτως ἐστὶ τὰ τοιαῦτα προσφιλῆ· εἴτε οὖν ζῶά τινα εἴτε φυτὰ εἴτε ἄλλα τῶν ἐπὶ γῆς διακυβερνᾶται ἀπὸ τῶν κρειττόνων, ὁμοῦ τῆς ἐπιστασίας αὐτῶν μετείληχε, καὶ τὴν κοινωνίαν ἡμῖν προξενεῖ πρὸς αὐτοὺς ἀδιαίρετον. ἔνια μὲν οὖν τῶν τοιούτων σωζόμενα αὐτὰ καὶ τηρούμενα τῶν συνεχόντων συναύξει τὴν πρὸς θεοὺς οἰκείωσιν, ὅσα τῷ μένειν ἀκέραια τὴν δύναμιν τῆς κοινωνίας θεῶν καὶ ἀνθρώπων διασώζει. τοιαῦτα δ’ ἐστὶν ἔνια τῶν ἐν Αἰγύπτῳ ζώων, καὶ οἷος ὁ ἱερὸς ἄνθρωπος πανταχοῦ ὑπάρχει. ἔνια δὲ καθαγιαζόμενα λαμπροτέραν ποιεῖ τὴν οἰκειότητα, ὅσα τὴν ἀνάλυσιν ἐπὶ τὴν τῶν πρώτων στοιχείων ἀρχὴν συγγενῆ ποιεῖται τοῖς τῶν κρειττόνων αἰτίοις καὶ ἱεροπρεπεστέραν· τελειουμένης γὰρ ἀεὶ ταύτης τελειότερα καὶ τὰ ἀπ’ αὐτῆς ἐνδιδόμενα ἀγαθὰ καθήκει.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.24
Cite as
Iamblichus, De Mysteriis 5.24 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.24