🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 5.26 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 5.26 (part 1) · Iamblichus, De Mysteriis 5.26 (part 3) →

Iamblichus, De Mysteriis 5.26 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
ἡ δ’ ἐν αὐταῖς ἐγχρονίζουσα διατριβὴ τρέφει μὲν τὸν ἡμέτερον νοῦν, τὴν δὲ τῆς ψυχῆς ὑποδοχὴν τῶν θεῶν ποιεῖ λίαν εὐρυτέραν, ἀνοίγει δὲ τοῖς ἀνθρώποις τὰ τῶν θεῶν, συνήθειαν δὲ παρέχει πρὸς τὰς τοῦ φωτὸς μαρμαρυγάς, κατὰ βραχὺ δὲ τελειοῖ τὰ ἐν ἡμῖν πρὸς τὰς τῶν θεῶν συναφάς, ἕως ἂν ἐπὶ τὸ ἀκρότατον ἡμᾶς ἐπαναγάγῃ, καὶ τὰ μὲν ἡμέτερα τῆς διανοίας ἤθη ἠρέμα ἀνέλκει, τὰ δὲ τῶν θεῶν ἡμῖν ἐνδίδωσι, πειθὼ δὲ καὶ κοινωνίαν καὶ φιλίαν ἀδιάλυτον ἐγείρει, τόν τε θεῖον ἔρωτα συναύξει, καὶ τὸ θεῖον τῆς ψυχῆς ἀνάπτει, ἀποκαθαίρει τε πᾶν τὸ ἐναντίον τῆς ψυχῆς, καὶ ἀπορρίπτει τοῦ αἰθερώδους καὶ αὐγοειδοῦς πνεύματος περὶ αὐτὴν ὅσον ἐστὶ γενεσιουργόν, ἐλπίδα τε ἀγαθὴν καὶ τὴν περὶ τὸ φῶς πίστιν τελειοῖ, καὶ τὸ ὅλον εἰπεῖν, ὁμιλητὰς τῶν θεῶν, ἵνα οὕτως εἴπωμεν, τοὺς χρωμένους αὐταῖς ἀπεργάζεται. Εἰ δὴ τοῦτό ἐστιν ὅπερ εὐχὴν ἄν τις εἴποι, δρᾷ τε ἐν ἡμῖν τοσαῦτα ἀγαθὰ τὸ τοιοῦτον, ἔχει τε πρὸς τὰς θυσίας ἣν εἰρήκαμεν κοινωνίαν, πῶς οὐ καὶ διὰ τούτου καταφανὲς γίνεται τὸ τῶν θυσιῶν τέλος, ὡς συναφῆς καὶ αὐτὸ δημιουργικῆς μετείληχεν, ἐπειδὴ δι’ ἔργων οἰ κειοῦται τοῖς θεοῖς; τότε ἀγαθὸν αὐτῆς ὡς τοσοῦτόν ἐστιν, ὅσον ἀπὸ τῶν δημιουργικῶν αἰτίων καταπέμπεται εἰς ἀνθρώπους. καὶ μὴν ἀπ’ ἐκείνου γε αὖθις τὸ τῶν εὐχῶν ἀναγωγὸν καὶ τελεσιουργὸν καὶ ἀποπληρωτικὸν ἔκδηλον γίνεται, πῶς μὲν δραστήριον πῶς δὲ ἡνωμένον ἐπιτελεῖται, πῶς δὲ ἔχει τὸν ἐνδιδόμενον ἀπὸ τῶν θεῶν κοινὸν σύνδεσμον·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 5.26 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.26