🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 5.4 (part 3)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 5.4 (part 2) · Iamblichus, De Mysteriis 5.5 →

Iamblichus, De Mysteriis 5.4 (part 3) Ancient Greek Iamblichus, De Mysteriis
πῶς δ’ ἔνεστιν ἀπὸ τῶν ἐμῶν παθημάτων ἢ ἅλλου τοῦ τῶν ἀνθρώπων ἐπιθολοῦσθαι τὸ θεῖον, ὃ μηδὲν ἔχει κοινὸν πρὸς ἡμᾶς τῆς ἀνθρωπίνης ἀσθενείας κρεῖττον προϋπάρχον; Οὐδέτερον ἄρα διαφέρει τι τοῖς θεοῖς, οὔτε τὸ ἡμᾶς ἐμπίπλασθαι ὑλικῶν σωμάτων (οὐδὲ γάρ ἐστιν ὅλως τι πρὸς αὐτοὺς τοῦτο, οὐδὲ χραίνονται αὐτοὶ ἀπὸ τῆς ἡμετέρας κηλῖδος, ἄχραντοι γάρ εἰσι πάντη καὶ ἀκήρατοι) οὔτε εἴ τινες ὑλικοὶ σωμάτων ἀτμοὶ περὶ γῆν ἀναδίδονται. πορρωτάτω γὰρ αὐτῶν καὶ οὗτοι τῆς οὐσίας καὶ δυνάμεως ἀφεστήκασιν. Ὅλη ἄρα καὶ τῆς ἐναντιώσεως συνανῄρηται ἡ ὑπόθεσις, εἰ μηδέτερον αὐτῆς ὑπάρχει μόριον περὶ τοὺς θεούς. ὃ γὰρ μηδὲ ὅλως ἐστί, πῶς ἂν ἔχῃ τινὰ ἐν ἑαυτῷ μάχην; μάτην ἄρα ὑποπτεύεις τὰ τοιαῦτα ὡς ἄτοπα, καὶ ἀναξίας τῶν θεῶν προσάγεις ἀπορίας, ἃς οὐδ’ ἐπ’ ἀνθρώπων τῶν ἀγαθῶν εὐλόγως ἄν τις πρόσοιτο. τὸ γὰρ δελεάζεσθαι ὑπὸ τῆς τῶν ἀτμῶν ἀναθυμιάσεως οὐδὲ ἄνθρωπός τις νοῦν ἔχων καὶ ἀπαθὴς εἰσδέξαιτ’ ἄν ποτε εἰς ἑαυτόν, μὴ ὅτι γε τῶν κρειττόνων τις· ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον τεύξεται λόγου, νυνὶ δὲ τῆς ἐναντιώσεως διὰ πολλῶν λύσεων ἀνῃρμένης, ἐνταῦθα καὶ περὶ τῆς πρώτης ἀπορίας τὸν λογισμὸν ἀποπαύωμεν.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 5.4 (part 3) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:5.4