🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 6.1

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 5.26 (part 3) · Iamblichus, De Mysteriis 6.2 →

Iamblichus, De Mysteriis 6.1 Ancient Greek Iamblichus, De Mysteriis
Ταῦτα μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι· τὸ δὲ λοιπὸν ἐμοὶ καιρὸς ἐπὶ τὴν ἑξῆς ἀπορίαν ὧν σὺ προτείνεις μεταβαίνειν. τί γὰρ δήποτε, ὡς ὁ σὸς λόγος, νεκροῦ μὲν ἀναφῇ δεῖ εἶναι τὸν ἐπόπτην, διὰ δὲ νεκρῶν ζώων τὰ πολλὰ αἱ θεαγωγίαι ἐπιτελοῦνται; πάλιν οὖν καὶ ταῦτα διαλύοντες τὴν δοκοῦσαν εἶναι μάχην ἐπισκεψώμεθα· μὴ οὐδαμῶς ᾖ τις ἐν αὐτῇ ἀντίθεσις, φαίνεται δὲ μόνον ἐναντίως ἔχειν. εἰ μὲν γὰρ τῶν αὐτῶν νεκρῶν σωμάτων καὶ ἀπείχοντο τῆς ἀφῆς καὶ ἥπτοντο, ἦν ἂν τοῦτο πρὸς ἑαυτὸ ὑπεναντίον, εἰ δὲ ἄλλων μὲν ἀπέχεσθαι παραγγέλλουσι τῶν ἀνιέρων, ἄλλων δὲ ἅπτεσθαι ὅσα καθιεροῦνται, οὐδεμίαν τοῦτο ἔχει ἐναντίωσιν· ἔτι τοίνυν τῶν μὲν ἀνθρωπείων σωμάτων, ἐπειδὰν ἀπολίπῃ αὐτὰ ἡ ψυχή, οὐκ ἔξεστι θιγγάνειν. τῆς γὰρ θείας ζωῆς ἴχνος τι ἢ εἴδωλον ἢ ἔμφασις ἐναποσβέννυται ἐν τῷ σώματι κατὰ τὸν θάνατον, τῶν δὲ ἄλλων ζώων οὐκέτι ἀνόσιον ἅπτεσθαι τεθνηκότων, ἐπειδὴ οὐδὲ κεκοινωνήκασι τῆς θειοτέρας ζωῆς. ἔστι τοίνυν πρὸς ἄλλους μὲν τὸ ἀναφὲς οἰκεῖον, οἷον τοὺς ὕλης καθαροὺς θεούς, πρὸς ἄλλους δὲ τὸ κλητικὸν διὰ τῶν ζώων ἀποδέδοται τοὺς ἐπιβεβηκότας τῶν ζώων καὶ προσεχῶς αὐτοῖς συνηρτημένους· οὐδὲ κατὰ τοῦτο οὖν συμβαίνει τις ἐναντίωσις.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 6.1 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:6.1