🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 6.6

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 6.5 · Iamblichus, De Mysteriis 6.7 (part 1) →

Iamblichus, De Mysteriis 6.6 Ancient Greek Iamblichus, De Mysteriis
Ἔχει δὲ ταῦτα καὶ ἄλλον τοιοῦτον λόγον. ὁ θεουργὸς διὰ τὴν δύναμιν τῶν ἀπορρήτων οὐκέτι ὡς ἄνθρωπος οὐδ’ ὡς ἀνθρωπίνῃ ψυχῇ χρώμενος ἐπιτάττει τοῖς κοσμικοῖς, ἀλλ’ ὡς ἐν τῇ τῶν θεῶν τάξει προϋπάρχων μείζοσι τῆς καθ’ ἑαυτὸν οὐσίας ἐπανατάσεσι χρῆται, οὐχ ὡς ποιήσων πάντα ἅπερ διισχυρίζεται, ἀλλ’ ἐν τῇ τοιαύτῃ τῶν λόγων χρήσει διδάσκων ὅσην καὶ ἡλίκην καὶ τίνα ἔχει τὴν δύναμιν διὰ τὴν πρὸς θεοὺς ἕνωσιν, ἦν παρέσχεν αὐτῷ τῶν ἀπορρήτων συμβόλων ἡ γνῶσις. δύναται δέ τις. καὶ τοῦτο εἰπεῖν, ὡς τοσαύτην ἔχουσιν οἱ κατὰ μέρη διῃρημένοι δαίμονες, οἱ φυλάττοντες τὰ μέρη τοῦ παντός, ἐπιμέλειαν ἧς εἰλήχασιν ἕκαστοι μερίδος καὶ κηδεμονίαν, ὡς μηδὲ λόγον ἐναντίον ἀνέχεσθαι, τὴν δὲ ἀίδιον διαμονὴν τῶν ἐν τῷ κόσμῳ διαφυλάττειν ἀμετάτρεπτον. ταύτην τοίνυν ἀμετάπτωτον παρειλήφασι, διότι τῶν θεῶν ἡ τάξις ἀκίνητος κατὰ τὰ αὐτὰ διαμένει· ἐν ᾧ τοίνυν ἔχουσι τὸ εἶναι οἵ τε ἀέριοι καὶ οἱ περὶ γῆν δαίμονες, τοῦτο οὐδὲ ἄχρις ἀκοῆς ἀνέχονται ἀπειλούμένον.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 6.6 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:6.6