🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 7.3 (part 2)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 7.3 (part 1) · Iamblichus, De Mysteriis 7.3 (part 3) →

Iamblichus, De Mysteriis 7.3 (part 2) Ancient Greek Iamblichus, De Mysteriis
Ἃ δ’ ἐστὶ τούτων ἐχόμενα ἐρωτήματα πλείονος μὲν δεῖται διαδοχῆς, εἴ τις ἱκανῶς ἐπεξίοι τῷ λόγῳ· δεῖ δ’ ὅμως ἐν ἀποκρίσει διὰ βραχέων τἀληθές πῃ περὶ αὐτῶν διαπερανθῆναι. τί γὰρ βούλεται τὰ ἄσημα ὀνόματα πυνθάνῃ· τά δὲ οὐκ ἔστιν ἄσημα ὃ σὺ νενόμικας· ἀλλ’ ἡμῖν μὲν ἄγνωστα ἔστω ἢ καὶ γνωστὰ ἔνια, περὶ ὧν παρεδεξάμεθα τὰς ἀναλύσεις παρὰ θεῶν, τοῖς μέντοι θεοῖς πάντα σημαντικά ἐστιν οὐ κατὰ ῥητὸν τρόπον, οὐδ’ οἷός ἐστιν ὁ διὰ τῶν φαντασιῶν παρ’ ἀνθρώποις σημαντικός τε καὶ μηνυτικός, ἀλλ’ ἤτοι νοερῶς κατὰ τὸν θεῖον αὐτὸν ἀνθρώπειον νοῦν, ἢ καὶ ἀφθέγκτως ἢ κρειττόνως καὶ ἁπλουστέρως καὶ κατὰ νοῦν τοῖς θεοῖς συνηνωμένον· ἀφαιρεῖν μὲν οὖν χρὴ πάσας ἐπινοίας καὶ λογικὰς διεξόδους ἀπὸ τῶν θείων ὀνομάτων, ἀφαιρεῖν δὲ καὶ τὰς συμφυομένας τῆς φωνῆς πρὸς τὰ ἐν τῇ φύσει πράγματα φυσικὰς ἀπεικασίας. ὅσπερ δέ ἐστιν ὁ νοερὸς καὶ θεῖος τῆς θείας ὁμοιότητος συμβολικὸς χαρακτήρ, τοῦτον ὑποθετέον ἐν τοῖς ὀνόμασι. καὶ δὴ κἂν ἄγνωστος ἡμῖν ὑπάρχῃ, αὐτὸ τοῦτό ἐστιν αὐτοῦ τὸ σεμνότατον· κρείττων γάρ ἐστιν ἢ ὥστε διαιρεῖσθαι εἰς γνῶσιν. ἐφ’ ὧν γε μὴν παρειλήφαμεν τὴν ἐπιστήμην τῆς ἀναλύσεως, ἐπὶ τούτων τῆς θείας οὐσίας καὶ δυνάμεως καὶ τάξεως ἔχομεν ὅλης ἐν τῷ ὀνόματι τὴν εἴδησιν. Καὶ ἔτι ἀθρόαν τὴν μυστικὴν καὶ ἀπόρρητον εἰκόνα τῶν θεῶν ἐν τῇ ψυχῇ διαφυλάττομεν, καὶ τὴν ψυχὴν δι’ αὐτῶν ἀνάγομεν ἐπὶ τοὺς θεούς, καὶ ἀναχθεῖσαν κατὰ τὸ δυνατὸν τοῖς θεοῖς συνάπτομεν·
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 7.3 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:7.3