Iamblichus, De Mysteriis 7.5 (part 2)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 7.5 (part 1) · Iamblichus, De Mysteriis 7.5 (part 3) →
Iamblichus, De Mysteriis 7.5 (part 2) Ancient Greek
Iamblichus, De Mysteriis
εἰ δ’ αὖ γοήτων ἐστὶ ταῦτα πάντα τεχνάσματα, πῶς ἂν τὰ μάλιστα συνηνωμένα τοῖς θεοῖς καὶ ἡμᾶς πρὸς αὐτοὺς συνάπτοντα καὶ μόνον οὐχὶ τὰς ἴσας δυνάμεις ἔχοντα τοῖς κρείττοσι, φανταστικὰ ἂν εἴη πλάσματα, ὧν χωρὶς οὐδὲν ἱερατικὸν ἔργον γίνεται; ἀλλ’ οὐδὲ προκαλύμματα ταῦτα διὰ τῶν ἐπιφημιζομένων τῷ θείῳ τῶν περὶ ἡμᾶς γίνεται παθῶν. οὐ γὰρ ἀφ’ ὧν ἂν ἡμεῖς πάθωμεν, τοὐναντίον δὲ ἀπὸ τῶν οἰκείων τοῖς θεοῖς ὁρμώμενοι τὰς προσφόρους αὐτοῖς λέξεις κατὰ φύσιν προσφέρομεν· οὐδ’ ἐναντίας ποιούμεθα περὶ τοῦ θείου τὰς ἐννοίας ᾗ αὐτὸ τῷ ὄντι διάκειται· ἀλλ’ ᾗπερ ἔχει φύσεως, καὶ ὡς τετυχήκασι τῆς περὶ αὐτοῦ ἀληθείας οἱ πρῶτοι καταστησάμενοι τοὺς νόμους τῆς ἱερᾶς ἁγιστείας, οὕτως ἐν αὐτοῖς ἐμμένομεν· εἴπερ γάρ τι τῶν ἄλλων τῶν ἱερο πρεπῶς νομίμων καὶ τὸ ἀμετάπτωτον αὐτοῖς συναρμόζει· καὶ δεῖ τὰ τῶν παλαιῶν εὐχῶν, ὥσπερ ἱερὰ ἄσυλα, τηρεῖσθαι κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως, μήτε ἀφαιροῦντάς τι ἀπ’ αὐτῶν μήτε προστιθέντας τι αὐταῖς ἀλλαχόθεν. σχεδὸν γὰρ καὶ τοῦτο αἴτιον νυνὶ γέγονε τοῦ πάντα ἐξίτηλα καθεστηκέναι καὶ τὰ ὀνόματα καὶ τὰ τῶν εὐχῶν, διότι μεταβαλλόμενα ἀεὶ διὰ τὴν καινοτομίαν καὶ παρανομίαν τῶν Ἑλλήνων οὐδὲν παύεται. φύσει γὰρ Ἕλληνές εἰσι νεωτεροποιοὶ καὶ ᾄττοντες φέρονται πανταχῆ, οὐδὲν ἔχοντες ἕρμα ἐν ἑαυτοῖς, οὐδ’ ὅπερ ἂν δέξωνται παρά τινων διαφυλάττοντες, ἀλλὰ καὶ τοῦτο ὀξέως ἀφέντες πάντα κατὰ τὴν ἄστατον εὑρεσιλογίαν μεταπλάττουσι·
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:7.5
Cite as
Iamblichus, De Mysteriis 7.5 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:7.5