Iamblichus, De Mysteriis 8.8 (part 1)
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 8.7 · Iamblichus, De Mysteriis 8.8 (part 2) →
Iamblichus, De Mysteriis 8.8 (part 1) Ancient Greek
Iamblichus, De Mysteriis
Τί οὖν; οἷόν τέ ἐστι διὰ τῶν πολευόντων θεῶν λύειν ἑαυτόν, καὶ τοὺς αὐτοὺς ἡγεῖσθαι μοιρηγέτας καὶ δεσμοῖς ἀλύτοις τοὺς βίους δεσμεύοντας; κωλύει μὲν ἴσως οὐδὲν καὶ τοῦτο, εἰ τῶν θεῶν πολλὰς περιεχόντων οὐσίας καὶ δυνάμεις ἐν ἑαυτοῖς, ἐνυπάρχουσιν ἐν αὐτοῖς ἄλλαι τε ἀμήχανοι ὅσαι διαφοραὶ καὶ ἐναντιώσεις. οὐ μὴν ἀλλὰ καὶ τοῦτο ἔνεστι λέγειν, ὡς ἐν ἑκάστῳ τῶν θεῶν καὶ τῶν ἐμφανῶν εἰσί τινες οὐσίας νοηταὶ ἀρχαί, δι’ ὧν γίνεται ἡ ἀπὸ τῆς γενέσεως τῶν κόσμων ταῖς ψυχαῖς ἀπαλλαγή. εἰ δ’ ἄρα τις καὶ δύο γένη περικοσμίων τε καὶ ὑπερκοσμίων θεῶν ἀπολείποι, διὰ τῶν ὑπερκοσμίων ἔσται ταῖς ψυχαῖς ἀπόλυσις· ταῦτα μὲν οὖν ἐν τοῖς περὶ θεῶν ἀκριβέστερον λέγεται, τίνες τέ εἰσιν ἀναγωγοὶ καὶ κατὰ ποίας αὐτῶν δυνάμεις, πῶς τε τὴν εἱμαρμένην λύουσι καὶ διὰ τίνων ἱερατικῶν ἀνόδων, τάξις τε ὁποία τῆς κοσμικῆς ἐστι φύσεως, καὶ ὅπως ἡ νοερὰ ταύτης ἐπικρατεῖ τελειοτάτη ἐνέργεια· ὥστε οὐδ’ ὅπερ ἐκ τῶν Ὁμηρικῶν σὺ παρέθηκας, τὸ στρεπτοὺς εἶναι τοὺς θεούς, ὅσιόν ἐστι φθέγ γεσθαι. νόμοις γὰρ ἀχράντοις καὶ νοεροῖς ὥρισται πάλαι τὰ ἔργα τῆς ἱερᾶς ἁγιστείας, τάξει τε μείζονι καὶ δυνάμει λύεται τὰ καταδεέστερα, εἰς βελτίονά τε μεθισταμένων ἡμῶν λῆξιν ἀπόστασις γίνεται τῶν καταδεεστέρων·
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:8.8
Cite as
Iamblichus, De Mysteriis 8.8 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:8.8