🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 9.4 (part 1)

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 9.3 (part 2) · Iamblichus, De Mysteriis 9.4 (part 2) →

Iamblichus, De Mysteriis 9.4 (part 1) Ancient Greek Iamblichus, De Mysteriis
Εἰ δὲ δεῖ καὶ τούτων ἀπαλλαγέντας ἐκεῖνο εἰπεῖν, οὐ καλῶς μοι δοκεῖς τὸ ἀδύνατον εἰς γνῶσιν τῆς μαθηματικῆς ἐπιστήμης συλλογίζεσθαι, διότι πολλὴ διαφωνία περὶ αὐτὴν γέγονεν, ἢ ὅτι ὁ Χαιρήμων ἢ ἄλλος τις πρὸς αὐτὴν ἀντείρηκεν. ἐπεὶ τούτῳ γε τῷ λόγῳ πάντα ἔσται ἀκατάληπτα. μυρίους γὰρ ἐσχήκασιν αἱ ὅλαι ἐπιστῆμαι τοῦς ἀμφισβητοῦντας, καὶ τὰ ἐν αὐταῖς ἀπορήματα ἀναρίθμητα γέγονεν. ὥσπερ οὖν πρὸς τοὺς ἐριστικοὺς εἰώθαμεν ἀντιλέγειν, ὅτι δὴ καὶ τοῖς ἀληθέσι τἀναντία πέφυκε διαστασιάζειν, καὶ οὐ μόνα τὰ ψευδῆ πρὸς ἄλληλα μάχεται, οὕτω καὶ περὶ τῆς μαθηματικῆς ἀντεροῦμεν, ὡς ὑπάρχει μὲν ἀληθής, οἱ δὲ πλανώμενοι περὶ αὐτῆς οὐδὲν εἰδότες τῶν ἀληθῶν ἀντιλέγουσι. συμβέβηκε δὲ τοῦτο οὐ περὶ ταύτην μόνην, ἀλλὰ καὶ περὶ πάσας ἐκ θεῶν παραδοθείσας ἀνθρώποις ἐπιστήμας· προϊόντος γὰρ ἀεὶ τοῦ χρόνου, πολλῷ τῷ θνητῷ καὶ πολλάκις ἀνακεραννύμεναι, ἐξίτηλον τὸ θεῖον ἦθος τῆς γνώσεως ἀπεργάζονται. Ἔνεστι μέντοι καὶ εἰ βραχὺ τοῦτο, ἔστιν ὅμως ἐναργές τι τεκμήριον τῆς ἀληθείας διασώζειν. ἐπεὶ καὶ τῆς τῶν θείων περιόδων ἀναμετρήσεως ἐν ὀφθαλμοῖς ἐστὶ κατάδηλα τὰ σημεῖα, ὁπόταν ἐκλείψεις ἡλίου καὶ σελήνης καὶ παραβολὰς πρὸς τοὺς ἀπλανεῖς ἀστέρας τῆς σελήνης προμηνύῃ, καὶ συνομολογουμένη φαίνηται τῇ προσημασίᾳ τῆς ὄψεως ἡ πεῖρα. οὐ μὴν ἀλλὰ καὶ αἱ διὰ παντὸς τοῦ αἰῶνος σωζόμεναι τῶν οὐρανίων τηρήσεις παρά τε Χαλδαίοις καὶ παρ’ ἡμῖν συμμαρτυροῦσι πρὸς τὴν ἀλήθειαν τῆς ἐπιστήμης ταύτης.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 9.4 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:9.4