🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Iamblichus, De Mysteriis 9.5

← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 9.4 (part 2) · Iamblichus, De Mysteriis 9.6 →

Iamblichus, De Mysteriis 9.5 Ancient Greek Iamblichus, De Mysteriis
Φῂς γὰρ δὴ κατὰ τὸ σὸν γράμμα τῆς ἐπιστολῆς, ὡς ἡ τοῦ οἰκοδεσπότου τῆς γενέσεως λῆψις, ἢ τῶν οἰκοδεσποτούντων εἰ πλείους εἶεν ἑνός, σχεδὸν καὶ παρ’ αὐτοῖς ὁμολογεῖται εἶναι ἀκατάληπτος, ἀφ’ οὗ δή φασιν ἐνεῖναι τὸν οἰκεῖον καταμαθεῖν δαίμονα. καὶ πῶς ὁμολογεῖται εἶναι παρ’ αὐτοῖς ἡ τοῦ οἰκοδεσπότου γνῶσις ἀκατάληπτος, ὁπότε μεθόδους παραδεδώκασι περὶ τῆς εὑρέσεως αὐτοῦ σαφεῖς, ἐπί τε τῶν ἀμφισβητουμένων στοιχεῖα πρὸς τὴν διάκρισιν ἀναδιδάσκουσιν οἱ μὲν πέντε οἱ δὲ καὶ πλείονα τούτων οἱ δὲ ἐλάττονα; πλὴν ἵνα τοῦτο παρῶμεν, ὡς μεῖζον ἔργον ἐπ’ ἀμφότερα τὰ συμβαίνοντα σκεψώμεθα· εἴτε γὰρ δυνατὸν εὑρεῖν τὸν οἰκοδεσπότην τῆς γενέσεως, ἔστι δήπου καὶ ὁ ἀπ’ αὐτοῦ διδόμενος δαίμων γνώριμος· εἴτε ἀκατάληπτός ἐστιν, ἡμεῖς μὲν αὐτὸν ἀγνοοῦμεν κατά γε τὴν ὑπόθεσιν ταύτην. οὐδὲν δὴ ἧττον ὁ τε οἰκοδεσπότης ἐστὶ καὶ ὁ ἀπ’ αὐτοῦ διδόμενος δαίμων. τί οὖν κωλύει διὰ γενεθλιαλογίας μὲν δύσκολον αὐτὸν εἶναι εἰς εὕρεσιν, διὰ τῆς ἱερᾶς δὲ μαντείας ἢ θεουργίας εὐπορίαν εἶναι πολλὴν εἰς ἐπιστήμην; ὅλως δὲ οὐδὲ ἀπὸ τοῦ οἰκοδεσπότου μόνου ἐνδίδοται, ἀλλὰ πολλαί εἰσιν ἀρχαὶ αὐτοῦ καθολικώτεραι ἢ κατὰ τὸν οἰκοδεσπότην. ἔτι δὲ ἡ τοιαύτη μέθοδος τεχνικήν τινα εἰσάγει καὶ ἀνθρωπίνην τὴν περὶ τὸν ἴδιον δαίμονα πραγματείαν· οὐδὲν ἄρα ὑγιὲς ἐν τούτοις διαπορεῖς.
No aligned translation on this shelf.
Cite as

Iamblichus, De Mysteriis 9.5 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:9.5