Iamblichus, De Mysteriis 9.7
← the shelves · Iamblichus, De Mysteriis · ← Iamblichus, De Mysteriis 9.6 · Iamblichus, De Mysteriis 9.8 →
Iamblichus, De Mysteriis 9.7 Ancient Greek
Iamblichus, De Mysteriis
Ἀπὸ δὴ τούτων ῥᾳδίως ἀποκρινοῦμαί σοι καὶ πρὸς τὸ ἐφεξῆς ἐρώτημα. οὐ γάρ τινος τῶν ἐν ἡμῖν μέρους, πάντων δ’ ἅπαξ ἁπλῶς ἡγεῖται, διήκει τε ἐπὶ πᾶσαν τὴν ἐφ’ ἡμῖν ἀρχήν, ὥσπερ ἀφ’ ὅλων τῶν ἐν τῷ παντὶ διατάξεων ἀπονενέμηται. καὶ γὰρ ὅπερ σοι δοκεῖ παρατίθεσθαι τεκμήριον τὸ περὶ τῶν κατὰ μέρη τοῦ σώματος ἐφεστηκότων δαιμόνων ὑγείας καὶ τοῦ εἴδους καὶ τῆς ἕξεως τῆς ἐν αὐτοῖς ὄντων συνοχέων καὶ ἑνὸς τοῦ ἐπὶ πᾶσι κοινῶς ἐπιβεβηκότος προστάτου, τοῦτο ποιοῦ δεῖγμα τῆς εἰς ἕνα δαίμονα πάντων τῶν ἐν ἡμῖν ἀνηκούσης προστασίας· μὴ τοίνυν διαίρει τὸν μὲν σώματος τὸν δὲ ψυχῆς τὸν δὲ νοῦ δαίμονα. καὶ γὰρ ἄτοπον, εἰ τὸ μὲν ζῶον ἕν ἐστιν, ὁ δὲ ἐφεστηκὼς αὐτῷ δαίμων πολυειδής· καίτοι πανταχοῦ τὰ ἄρχοντα τῶν ἀρχομένων ἐστὶν ἁπλούστερα· ἀτοπώτερον δ’ ἔτι τούτου, εἰ μὴ συμφυῆ, διῃρημένα δ’ ἔσται χωρὶς ἀπ’ ἀλλήλων τὰ ἐπάρχοντα μόρια τῶν πολλῶν δαιμόνων. ποιεῖς δὲ καὶ ἐν αὐτοῖς ἐναντίωσιν τῶν μὲν ὡς ἀγαθῶν τῶν δὲ ὡς φαύλων, οὐδαμοῦ τῶν κακῶν ἡγεμονικὴν ἐχόντων λῆξιν οὐδὲ ἰσαξίως ἀντιδιαιρουμένων τοῖς ἀγαθοῖς.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:9.7
Cite as
Iamblichus, De Mysteriis 9.7 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg2023.tlg006.1st1K-grc1:9.7