Plato, Laws 661e
← the shelves · Plato, Laws · ← Plato, Laws 661d · Plato, Laws 662a →
Plato, Laws 661e Ancient Greek
Plato, Laws
καὶ ἀνδρείαν μετʼ ἀθανασίας, καὶ μηδὲν ἄλλο αὐτῷ τῶν λεγομένων κακῶν εἶναι γιγνόμενον—ἀδικίαν δὲ καὶ ὕβριν ἔχοντα ἐν αὑτῷ μόνον, τὸν οὕτω ζῶντα ἴσως ὑμᾶς οὐ πείθω μὴ οὐκ ἄρα εὐδαίμονα ἀλλʼ ἄθλιον γίγνεσθαι σαφῶς; ἀληθέστατα λέγεις. εἶεν· τί οὖν τὸ μετὰ τοῦτʼ εἰπεῖν ἡμᾶς χρεών; ἀνδρεῖος γὰρ δὴ καὶ ἰσχυρὸς καὶ καλὸς καὶ πλούσιος, καὶ
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:661e
Cite as
Plato, Laws 661e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:661e