🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 819e

← the shelves · Plato, Laws · ← Plato, Laws 819d · Plato, Laws 820a →

Plato, Laws 819e Ancient Greek Plato, Laws
ἀλλὰ καὶ ὑπὲρ ἁπάντων τῶν Ἑλλήνων. τοῦ πέρι; λέγʼ ὅτι καὶ φῄς, ὦ ξένε. λέγω δή· μᾶλλον δὲ ἐρωτῶν σοι δείξω. καί μοι σμικρὸν ἀπόκριναι· γιγνώσκεις που μῆκος; τί μήν; τί δέ; πλάτος; πάντως. ἦ καὶ ταῦτα ὅτι δύʼ ἐστόν, καὶ τρίτον τούτων βάθος; πῶς γὰρ οὔ; ἆρʼ οὖν οὐ δοκεῖ σοι ταῦτα εἶναι πάντα μετρητὰ πρὸς ἄλληλα; ναί. μῆκός τε οἶμαι πρὸς μῆκος, καὶ πλάτος πρὸς
No aligned translation on this shelf.
Cite as

Plato, Laws 819e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:819e