Plato, Laws 938a
← the shelves · Plato, Laws · ← Plato, Laws 937e · Plato, Laws 938b →
Plato, Laws 938a Ancient Greek
Plato, Laws
δωρεὰν δʼ αὐτῆς εἶναι τῆς τέχνης καὶ τῶν λόγων τῶν ἐκ τῆς τέχνης, ἂν ἀντιδωρῆταί τις χρήματα. ταύτην οὖν ἐν τῇ παρʼ ἡμῖν πόλει, εἴτʼ οὖν τέχνη εἴτε ἄτεχνός ἐστίν τις ἐμπειρία καὶ τριβή, μάλιστα μὲν δὴ χρεών ἐστιν μὴ φῦναι· δεομένου δὲ τοῦ νομοθέτου πείθεσθαι καὶ μὴ ἐναντία δίκῃ φθέγγεσθαι, πρὸς ἄλλην δὲ ἀπαλλάττεσθαι χώραν, πειθομένοις μὲν σιγή, ἀπειθοῦσιν δὲ φωνὴ νόμου ἥδε· ἄν τις δοκῇ
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:938a
Cite as
Plato, Laws 938a — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:938a