🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Orphica, Fragmenta 16

← the shelves · Orphica, Fragmenta · ← Orphica, Fragmenta 15a (part 2) · Orphica, Fragmenta 17 →

Orphica, Fragmenta 16 Ancient Greek Orphica, Fragmenta
ἀν δὲ καὶ Ὀρφεύς λαιῆι ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς. ἤειδεν δ’ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα τὸ πρὶν ἐπ’ ἀλλήλοισι μιῆι συναρηρότα μορφῆι νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα· ἠδ’ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι· οὔρεά θ’ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες αὐτῆισιν νύμφηισι καὶ ἑρπετὰ πάντ’ ἐγένοντο. ἤειδεν δ’ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο· ὥς τε βίηι καὶ χερσὶν ὁ μὲν Κρόνωι εἴκαθε τιμῆς, ἡ δὲ Ῥέηι, ἔπεσον δ’ ἐνὶ κύμασιν Ὠκεανοῖο· οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον, ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς Δικταῖον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔπω γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῶι βροντῆι τε στεροπῆι τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.
No aligned translation on this shelf.
Cite as

Orphica, Fragmenta 16 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1:16