Orphica, Fragmenta 17
← the shelves · Orphica, Fragmenta · ← Orphica, Fragmenta 16 · Orphica, Fragmenta 17a →
Orphica, Fragmenta 17 Ancient Greek
Orphica, Fragmenta
εὑρήσσεις δ’ Ἀίδαο δόμων ἐπ’ ἀριστερὰ κρήνην, παρ’ δ’ αὐτῆι λευκὴν ἑστηκυῖαν κυπάρισσον· ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας. εὑρήσεις δ’ ἑτέραν, τῆς Μνημοσύνης ἀπὸ λίμνης ψυχρὸν ὕδωρ προρέον· φύλακες δ’ ἐπίπροσθεν ἔασιν εἰπεῖν· Γῆς παῖς εἰμι καὶ Οὐρανοῦ ἀστερόεντος, αὐτὰρ ἐμοὶ γένος οὐράνιον· τόδε δ’ ἴστε καὶ αὐτοί· δίψηι δ’ εἰμ(ὶ) αὔη καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ αἶψα ψυχρὸν ὕδωρ προρέον τῆς Μνημοσύνης ἀπὸ λίμνης. καὐ〈τοί σο〉ι δώσουσι πιεῖν θείης ἀπ〈ὸ κρήν〉ης, καὶ τότ’ ἔπειτ’ ἄλ〈λοισι μεθ’〉 ἡρώεσσι ἀνάξεις.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1:17
Cite as
Orphica, Fragmenta 17 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1:17