🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 11.2 (part 1)

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 11.1 · Hermetica, Fragmenta 11.2 (part 2) →

Hermetica, Fragmenta 11.2 (part 1) Ancient Greek Hermetica, Fragmenta
(1) πάντα τὰ [ὄντα] ⟨σώματα⟩ κινεῖται· μόνον τὸ [μὴ ὂν] ⟨ἀσώματον⟩ ἀκίνητον. (2) πᾶν σῶμα μεταβλητόν· οὐ πᾶν σῶμα διαλυτόν. [ἔνια τῶν σωμάτων διαλυτά.] (3) ⎡οὐ πᾶν ζῷον θνητόν· οὐ πᾶν ζῷον ἀθάνατον⎤. (4) τὸ διαλυτὸν φθαρτόν· [[τὸ]] μόνον ⟨⟨τὸ⟩⟩ ἀΔιάλΥτον ἀίδιον. (5) τὸ ἀεὶ γινόμενον ἀεὶ καὶ φθείρεται, τὸ δὲ ἅπαξ γενόμενον οὐδέποτε φθείρεται [οὐδὲ ἄλλο τι γίνεται]. (6) πρῶτον ὁ θεός, δεύτερον ὁ κόσμος, τρίτον ὁ ἄνθρωπος. (7) ⎡ὁ κόσμος διὰ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος διὰ τὸν θεόν⎤. [[(8) ψυχῆς τὸ μὲν αἰσθητὸν θνητόν, τὸ δὲ λογικὸν ἀθdνατον.] (9) [πᾶσα οὐσία ἀθάνατος·] πᾶσα οὐσία μεταβλητή· ⟨οὐ πᾶσα οὐσία φθαρτή.⟩ (10) πᾶν τὸ ὂν κιΝΗτόν· οὐδὲ⟨ν⟩ τῶν ὄντων ἕστηκεν. (11) οὐ πάντα [ψυχῇ] κινεῖται, πᾶν δὲ ⟨τὸ κινούμεν⟩ον ψυχῇ κινεῖ⟨ται⟩. ⟨⟨(8) ψυχῆς τὸ μὲν αἰσθητ⟨ικ⟩ὸν θνητόν, τὸ δὲ λογικὸν ἀθάνατον.⟩⟩ (12) [πᾶν τὸ πάσχον αἴσθεται·] πᾶν τὸ αἰσθ⟨αν⟩όμενον πάσχει· ⟨μόνος⟩ ⟨⟨ὁ νοῦς ἀπαθής.⟩⟩ (13) πᾶν τὸ λυπούμενον καὶ ἥδεται [ζῷον θνητόν]· οὐ πᾶν τὸ ἡδόμενον λυπεῖται [ζῷον ἀίδιον]. (14) οὐ πᾶν σῶμα νοσεῖ· πᾶν σῶμα νοσοῦν διαλυτόν. (15) ὁ νοῦς ἐν τῷ θεῷ· [ὁ λογισμὸς ἐν τῷ ἀνθρώπῳ·] ὁ λόγος ἐν τῷ νοΐ. [[ὁ νοῦς ἀπαθής.]] (16) οὐδ[ε]ὲν σωματι⟨κὸν⟩ ἀληθές· ⟨μόν⟩ον ⟨⟨τὸ⟩⟩ ἀσώματοΝ [[τὸ]] [πᾶν] ἀψευδές. (17) πᾶν τὸ γενόμενον μεταβλητόν· οὐ πᾶν τὸ γενόμενον φθαρτόν. (18) οὐδὲν ἀγαθὸν ἐπὶ τῆς γῆς· οὐδὲν κακὸν ἐν τῷ οὐρανῷ. (19) ὁ θεὸς ἀγαθός· ὁ ἄνθρωπος κακός. (20) τὸ ἀγαθὸν ἑκούσιον·
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 11.2 (part 1) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:11.2