🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 11.2 (part 2)

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 11.2 (part 1) · Hermetica, Fragmenta 11.2 (part 3) →

Hermetica, Fragmenta 11.2 (part 2) Ancient Greek Hermetica, Fragmenta
τὸ κακὸν ἀκούσιον. (21) οἱ θεοὶ τὰ ἀγαθὰ αἱροῦνται· ⟨οἱ ἄνθρωποι τὰ κακὰ αἱροῦνται⟩ ὡς ἀγαθά. (22) ⎡ἡ εὐνομία μεγάλη εὐνομία ἡ εὐνομία ὁ νόμος.⎤ (23) ⎡θεῖος χρόνος νόμος ἀνθρώπινος.⎤ (24) ⎡κακία κόσμου τρυφὴ χρόνος ἀνθρώπου φθορά⎤. (25) πᾶν ⟨τὸ⟩ ἐν οὐρανῷ ἀμετάθετον· πᾶν τὸ ἐπὶ γῆς μεταθετόν. (26) οὐδὲν ἐν οὐρανῷ δοῦλον· οὐδὲν ἐπὶ γῆς ἐλεύθερον. (27) οὐδὲν ἄγνωστον ἐν οὐρανῷ· οὐδὲν γνώριμον ἐπὶ τῆς γῆς. (28) οὐ κοινωνεῖ ⟨τὰ ἐν οὐρανῷ τοῖς ἐπὶ γῆς· κοινωνεῖ⟩ τὰ ἐπὶ γῆς τοῖς ἐν οὐρανῷ. (29) πάντα τὰ ἐν οὐρανῷ ἄμωμα· πάντα τὰ ἐπὶ γῆς ἐπίμωμα. (30) ⎡τὸ ἀθάνατον οὐ θνητόν· τὸ θνητὸν οὐκ ἀθάνατον.⎤ (31) τὸ σπαρὲν οὐ πάντως [γ]θνητόν, τὸ δὲ [γ]θνητὸν πάντως καὶ σπαρέν. (32) διαλυτοῦ σώματος δύο χρόνοι, ὁ ⎡ἀπὸ τῆς σπορᾶς μέχρι τῆς γενέσεως⎤ καὶ ὁ ⎡ἀπὸ τῆς γενέσεως μέχρι τοῦ θανάτου⎤· [τοῦ] ἀιδίου σώματος χρόνος ⎡ἐκ τῆς γενέσεως⎤ μόνος. (33) τὰ διαλυτὰ σώματα αὔξεται καὶ μειοῦται· ⟨τὰ ἀίδα σώματα...⟩. (34) ἡ διαλυτὴ ⎡ὕλη⎤ εἰς τὰ ἐναντία ἐναλλοιοῦται [φθορὰν καὶ γένεσιν], ἡ δὲ ἀίδιος [ἢ εἰς αὐτὴν ἢ] εἰς τὰ ὅμοια. (35) γένεσις [ἀνθρώπου] φθορᾶ⟨ς⟩, φθορὰ [ἀνθρώπου] γενέσεως ἀρχή. (36) τὸ ἀπογιγνόμενον ⟨καὶ ἐπιγίγνεται· τὸ ἐπιγιγνόμενον⟩ καὶ ἀπογίγνεται. (37) τῶν ὄντων τὰ μὲν [ἐν] σώματά ἐϲτι, τὰ δὲ [ἐν] ἰδέαι[ς], τὰ δὲ ἐνέργειαι[ς]· [σῶμα δὲ] [ἐν ἰδίαις] ἰδέα δὲ καὶ ἐνέργεια, ⟨ἀσώματα ὄντα,⟩ ἐν σώματί ἐστι. (38) τὸ ἀθάνατον οὐ μετέχει τοῦ θνητοῦ, τὸ δὲ θνητὸν τοῦ ἀθανάτου μετέχει.
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 11.2 (part 2) — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:11.2