🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 24.10

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 24.9 · Hermetica, Fragmenta 24.11 →

Hermetica, Fragmenta 24.10 Ancient Greek Hermetica, Fragmenta
Πῶς γίγνονταί [αἱ] ψυχαὶ συνεταί, ὦ τεκοῦσα;—καὶ ἀπεκρίθη Ἶσις· [Πῶς γίγνονται αἱ ψυχαὶ] Τὸ ὁρατικόν, ὦ τέκνον, περιβέβληται χιτῶσιν. ὅταν οὗτοι οἱ χιτῶνες πυκνοὶ ὦσι καὶ παχεῖς, ἈΜΒλυωπεῖ ὁ ὀφθαλμός· ἐὰν δὲ ἀραιοὶ καὶ λεπτοί, τότε ὀξυωπέστατα βλέπει. οὕτως καὶ ἐπὶ τῆς ψυχῆς· ἔχει γὰρ καὶ αὕτη ἴδια περιβόλαια, ἀσώματα, καθὸ καὶ αὐτὴ ἀσώματός ἐστι. τὰ δὲ περιβόλαια ταῦτα ἀ⟨έ⟩ρος ⟨χιτῶνές⟩ εἰσι το῀Υ ἐν ἡμῖν. ὅταν οὗτοι ὦσι λεπτοὶ καὶ ἀραιοὶ καὶ διαυγεῖς, τότε συνετὴ ἡ ψυχή ἐστιν· ὅταν δὲ τοὐναντίον πυκνοὶ καὶ παχεῖς καὶ τεθολωμένοι, [[τότε]] ὡς ἐν χειμῶνι, ⟨⟨τότε⟩⟩ ἐπὶ μακρὸν οὐ βλέπει, ἀλλὰ τ⟨οσ⟩αῦτα ὅσα παρὰ ποσὶ κεῖται.—
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 24.10 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:24.10