🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 24.11

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 24.10 · Hermetica, Fragmenta 24.12 →

Hermetica, Fragmenta 24.11 Ancient Greek Hermetica, Fragmenta
καὶ εἶπεν Ὧ ρος· Διὰ τίνα οὖν αἰτίαν, ὦ τεκοῦσα, οἱ ἔξω τῆς ἱερωτάτης ἡμῶν χώρας ἄνθρωποι [ταῖς διανοίαις] οὐχ οὝτως εἰσὶ συνετοὶ ὡς οἱ ἡμέτεροι;—καὶ εἶπεν Ἶσις· Ἡ γῆ μέσον τοῦ παντὸς ὑπτία κεῖται, ὥσπερ ἄνθρωπος, ⟨πρὸς⟩ οὐρανὸν βλέπουσα. μεμέρισται δὲ καθ᾽ ὅσα μέρη ὁ ἄνθρωπος μερίζεται· [⟨ἐμ⟩βλέπει δ᾽ [ἐν] οὐρανῷ καθάπερ πατρὶ ἰδίῳ, ὅπως ταῖς ἐκείνου μεταβολαῖς καὶ αὐτὴ [τὰ ἴδια] συμμεταβάλλῃ· καὶ πρὸς μὲν τῷ νότῳ τοῦ παντὸς κειμένην ἔχει τὴν κεφαλήν, πρὸς δὲ τῷ ἀπηλιώτῃ ⟨τὸν⟩ δεξιὸν ὦμον, ⟨πρὸς δὲ τῷ λιβὶ τὸν εὐώνυμον,⟩ ὑπὸ ⟨δὲ⟩ τῊΝ ἄρκτοΝ τοὺς πόδας, [τὸν δὲ εὐώνυμον ὑπὸ τὴν κεφαλὴν τῆς ἄρκτου,] τοὺς δὲ μηροὺς ἐν τοῖς μετὰ τὴν ἄρκτον [τὰ δὲ μέσα ἐν τοῖς μέσοις].
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 24.11 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:24.11