🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 24.18

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 24.17 · Hermetica, Fragmenta 24.19 →

Hermetica, Fragmenta 24.18 Ancient Greek Hermetica, Fragmenta
οἷον ἀκρὶς μέν, ὦ τέκνον, καὶ πᾶσα μυῖα φεύγει τὸ πῦρ, ἀετὸς καὶ κίρκος καὶ ὅσα ὑψιπετ⟨έστ⟩ερά ἐστι τῶν ὀρνέων φεύγει τὸ ὕδωρ, ἰχθύες ἀέρα καὶ γῆν, ὄφις τὸν ἀέρα τὸν εἰλικρινῆ ἀποστρέφεται· φιλοῦσι δὲ τὴν μὲν γῆν οἱ ὄφεις καὶ ὅσα ἕρπει, τὸ δὲ ὕδωρ τὰ [κι] νη⟨κ⟩τὰ πάντα, τὸν δὲ ἀέρα τὰ πτηνά [ἐν ᾧ καὶ πολιτεύεται], τὸ δὲ πῦρ ὅσα ὑπερπετῆ ἐστι καὶ ἐγγὺς ⟨ἡλίου ἔχει⟩ τὴν δίαιταν. [οὐ μὴν ἀλλὰ καί τινα τῶν ⟨ἄλλων⟩ ζῴων φιλεῖ τὸ πῦρ, οἷον αἱ σαλαμάνδραι· ἐν γὰρ τῷ πυρὶ καὶ φωλεύουσιν.]
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 24.18 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:24.18