🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 24.19

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 24.18 · Hermetica, Fragmenta 25.1 →

Hermetica, Fragmenta 24.19 Ancient Greek Hermetica, Fragmenta
⟨...⟩ ⎡ἕκαστον γὰρ τῶν στοιχείων περιβολή ἐστι τῶν σωμάτων.⎤ πᾶσα οὖν ψυχή, ἐν τῷ σώματι οὖσα, βαρεῖται καὶ θλίβεται τοῖς τέτταρσι τούτοις. [καὶ γὰρ εἰκός ἐστι καὶ ταύτην τισὶ μὲν τούτων τέρπεσθαι, τισὶ δὲ ἄχθεσθαι.] διὰ τοῦτο οὖν οὐκ ἔχει ⟨ἑντ⟩αῦθa τὴν ἀκροτάτην εὐδαιμονίαν, ἀλλ᾽ ὡς ἂν φύσει θεία οὖσα κἀν τούτοις οὖσα ⎡μάχεται⎤· καὶ νοεῖ, ἀλλ᾽ οὐχ ὅσα ἂ⟨ν⟩ ἐνόησεν ἀσύνδετος οὖσα σώματι. ἐὰν μέντοι [καὶ] τοῦτο σάλον λάβῃ καὶ ταραχὴν ἤτοι ἀπὸ νόσου ἢ ⎡φόβου⎤, τότε καὶ αὐτὴ ὥσπερ ἐν βυθῷ ⟨πεσὼν⟩ ἄνθρωπος ἐπικυμαίνεται, καὶ οὐδὲν ⟨ἀνθ⟩ισταμένΗ φέρετ⟨αι⟩.
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 24.19 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:24.19