🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Hermetica, Fragmenta 26.10

← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 26.9 · Hermetica, Fragmenta 26.11 →

Hermetica, Fragmenta 26.10 Ancient Greek Hermetica, Fragmenta
ἀλλ᾽ ὁ μὲν πάντων κρατῶν, τέκνον, ἐκ τῆς ὑπεράνω χώρας ἐστίν, ο⟨ἱ⟩ δὲ τῶν κατὰ μέρος ⟨...⟩. ⎡ἐκείνην ἔσχε τὴν ἀφ᾽ οὗ τόπου ἐστὶν βασιλικωτέραν⎤. ⟨⟨ϲΥΜΒαίνει[ν] δὲ ⟨εὑρίσκεσθαι⟩ καὶ ἄλλας ἀλλοίας, τὰς μὲν διαπύρου⟨ς⟩ τὰς δὲ ψυχράς, τὰς δὲ ὑπερηφάνους τὰς δὲ πραείας [τὰς δὲ βαναύσους], τὰς δὲ ἐμπείρους τὰς δὲ ἀπείρους, [[τὰς δὲ ἀργὰς]] τὰς δὲ ἐνεργεῖς ⟨⟨τὰς δὲ ἀργάς⟩⟩, τὰς δὲ ⟨κατ᾽⟩ ἄλλο τι ἀλλοίας οὔσας· συμβαίνει δὲ ⟨καὶ⟩ τοῦτο παρὰ τὴν τῶν τόπων θέσιν ὅθεν εἰς τὸ ἐνσωματισθῆναι κα[ι]θάλλονται αἱ ψυχαί. οἱ μὲν γὰρ ἀπὸ βασιλικοῦ διαζώματος καταπηδΉσ⟨α⟩Ντες ⎡ὁμοιοπάθους⎤ βασιλεύουσΙΝ [ψυχῆς]⟩⟩·
No aligned translation on this shelf.
Cite as

Hermetica, Fragmenta 26.10 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:26.10