Hermetica, Fragmenta 26.9
← the shelves · Hermetica, Fragmenta · ← Hermetica, Fragmenta 26.8 · Hermetica, Fragmenta 26.10 →
Hermetica, Fragmenta 26.9 Ancient Greek
Hermetica, Fragmenta
πολλαὶ γάρ εἰσι βασιλεῖαι· αἱ μὲν γάρ εἰσ⟨ι⟩ ⎡ψυχῶν αἱ δὲ σωμάτων,⎤ αἱ δὲ τέχνης ⟨κ⟩αὶ [δὲ] ἐπιστήμης, αἱ δὲ αὖ τῶν ⟨⟨καὶ [ἑαυ]τῶν⟩⟩. —Πῶς πάλιν; εἶπὲν Ὧρος [[καὶ ἑαυτῶν]].—Οἶον, ὦ τέκνον ῟Ωρ⟨ε⟩, ἀπογεγονότων [ἤδη ψυχῶν] μὲν ⟨βασιλεὺς⟩ Ὄ σιρις ὁ πατήρ σου, [σωμάτων] ⟨ζώντων⟩ δὲ ὁ ἑκάστου ἔθνους ἡγεμών· [βουλῆς δὲ ὁ πατὴρ πάντων·] καὶ καθηγητ⟨ικ⟩ῆς ὁ τρισμέγιστος Ἑρμῆς, ἰατρικῆς δὲ [ὁ] Ἀσκληπιὸς ὁ Hφαίστοιυἰσχύο. [ἰσχύος δὲ καὶ ῥώμης πάλιν Ὄσιρις, μεθ᾽ ὅν, ὦ τέκνον, αὐτὸς σύ· φιλοσοφίας δὲ Ἁρνεβεσχῆνις· ποιητικῆς δὲ πάλιν [ὁ] Ἀσκληπιὸς ⟨ὁ καὶ⟩ Ἰμούθης.] καθόλου γάρ, ὦ τέκνον, εὑρήσεις, ἐὰν ἐξετάϲῃς, πολλοὺς [καὶ] πολλῶν ἄρχοντας καὶ πολλοὺς πολλῶν βασιλεύοντας.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:26.9
Cite as
Hermetica, Fragmenta 26.9 — Open Greek and Latin — First1KGreek (Leipzig / Harvard / Tufts) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1:26.9